1
In imaginem beatae virginis Στίχοι τοῦ λογοθέτου τῶν γενικῶν κυροῦ Γεωργίου τοῦ Ἀκροπολίτου,
γεγονότες εἰς εἰκόνα τῆς ὑπεραγίας θεοτόκου ἔχουσαν τὰς ιβʹ δεσποτικὰς ἑορτάς.
Σώσασα κοινὴν ἐνθέῳ φύσιν τόκῳ Ἴθυνον αἰτῶ τὸν βίον μοι πρὸς δέον, Μετὰ δὲ βίον χάρισαι σωτηρίαν, Ναὶ μῆτερ ἁγνὴ συμπαθοῦς θεοῦ λόγου, Ὃν συνέλαβες ἐκ λόγων ἀρχαγγέλου, Ὃν σπαργανοῖς τεκοῦσα ναῷ προσφέρεις, Ὃς καὶ καθαίρει τὴν βροτῶν ῥυφθεὶς φύσιν Καὶ φωτοειδῆ τοῖς μαθηταῖς δεικνύει, Ζωοῖ Λάζαρον, συμπρόεισι βαΐοις, Ξύλῳ τε θανὼν ἐγκαλύπτεται λίθῳ, Ἀλλ' ἐξαναστὰς ἀνιών τε πρὸς πόλον Πέμπει τὸ πνεῦμα παρὰ πατρὸς τοῖς φίλοις, Μεθιστᾷ καὶ σὲ καὶ παριστᾷ τῷ θρόνῳ, Τῶν εὐσεβούντων προστάτιν ἔχειν θέλων· Κἀγὼ προϊστῶν Καλοειδᾶς τοὐπίκλην, Κλῆσιν δὲ Νικόλαος, εὕροιμι λάχος Μέγα κἂν αἰτῶ τὴν Ἐδὲμ μετὰ βίον.