De orthographia (epitome) (e cod. Barocc. 50)
ΧΟΙΡΟΒΟΣΚΟΥ ΟΡΘΟΓΡΑΦΙΑ.
20Ἀρχὴ σὺν Θεῶι τοῦ ποσοῦ τῆς ὀρθογραφίας κατὰ στοι χεῖα ἀπὸ φωνῆς Γεωργίου τοῦ Χοιροβοσκοῦ Βυζαντίου γραμματικοῦ καὶ οἰκουμενικοῦ διδασκάλου· ἐν συν τομίαι τμηθὲν ἐκ τῆς καθόλου καὶ κατὰ πλάτος αὐτοῦ Ὀρθογραφίας· διὰ τὸ ἐν συντόμωι εὐσύνοπτον εἶναι τὸ ζητούμενον, σὺν καὶ ταῖς αἰτίαις ἑκάστου.20 Τέχνη πρόσελθε τοῖς κανόσιν ὡπλισμένη, βάλλουσα πάντας τοὺς βεβαρβαρωμένους τοὺς νοῦν ἔχοντας ἐστερημένους λόγου· ἔχεις τὸ θαῤῥεῖν καὶ τὸ νικᾶν εἰκότως, νίκην ἔχουσα τοὺς Γεωργίου λόγους· πρόσελθε λοιπὸν τοῖς λόγοις κοσμουμένη, καὶ δεῖξον ἡμῖν τοὺς κανόνας ἐῤῥωμένους. 9Ἀκτίσ9: ∆ιὰ τοῦ ι μακροῦ ὡς δικατάληκτον· ἡ ἀκτὶς γὰρ καὶ ἡ ἀκτίν· πάντα γὰρ τὰ δικατάληκτα διὰ τοῦ ι μακροῦ γράφεται· οἷον, δελφὶς, δελφίν· Ἐλευσὶς, Ἐλευσίν· γλωχὶς, γλωχίν· Τελχὶς, Τελχίν· ῥὶς, ῥίν· θὶς, θίν· ἄλλωστε τὰ εἰς ις λήγοντα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, εἴτε δικατάληκτα, εἴτε ἁπλᾶ, εἴτε μὴ ἁπλᾶ, εἴτε μακροκατάληκτα, εἴτε μὴ μακροκα τάληκτα, εἴτε βαρύτονα, εἴτε μὴ βαρύτονα, κοινολεκτούμενα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, πόλις· Θέτις· χάρις· λέξις· πέψις· κνημίς· ἀσπίς· ῥανίς· βολίς· καὶ κρηπίς· καὶ ἄλλως· τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον· ἀσπίς· ῥανίς· βολὶς, καὶ τὰ ὅμοια· καὶ ἄλλως τὰ εἰς ν λή 168 γοντα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, οὐκ ἔχουσι πρὸ τοῦ ν δί φθογγον· οἷον, Ἕλλην· αὐχήν· Τιτάν· γέγονεν δὲ ἀκτὶς ἀπὸ ἐτυμολογίας ἀπὸ τοῦ ἄγω, ἄξω, ἦχα, ἦγμαι, ἦξαι, ἦκται, ἀκτίς· οἱονεὶ ἡ πανταχοῦ φερομένη· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πανταχοῦ φέρεται· ἢ ἐκ τοῦ ἦκται ἐκτὸς, ἐκ τούτου ἀκτίς. 9Ἀμφίων9: ∆ιὰ τοῦ ι· ἔστι γὰρ ὄνομα κύριον ἀπὸ τῆς ἀμφὶ προθέσεως καὶ τῆς ἴων μετοχῆς, ἀμφιΐων, βαρύτονον· καὶ ἀμ φίων, κατὰ κράσιν τοῦ ϊ εἰς ἓν ι μακρόν· τὰ γὰρ διὰ τοῦ ϊων βαρύτονα τρέποντα τὸ ω εἰς ο ἐν τῇ γενικῇ, εἴτε κύρια, εἴτε μὴ κύρια βαρύτονα· οἷον, Ἠμαθίων, Ἠμαθίωνος· καὶ τὰ ὀξύτονα τὰ κοινὰ τῷ γένει· οἷον, ὁ περικτιὼν καὶ ἡ περικτιών· ἀποστρέ φεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν· χωρὶς τοῦ πλείων· χερείων· μείων, καὶ ἀρείων τοῦ συγκριτικοῦ.
9Ἄμφιοσ9: ∆ιὰ τοῦ ι κατὰ τὴν παράδοσιν· γέγονεν δὲ ἀπὸ τοῦ Ἀμφίων
Ἄμφιος ὥσπερ ἀπὸ τοῦ Ἀκταίων, Ἀκταῖος· ἐκ τῆἀμφὶ προθέσεως οὖν γέγονεν Ἄμφιος διὰ τοῦ ι μακροῦ· καὶ διὰ τὸ εἶναι προπαροξύτονον, καὶ διὰ τὸ μὴ εἶναι διὰ τοῦ ευω ῥημάτων. 9Ἀλφειόσ9: Τὸ φει δίφθογγον κατὰ τὴν παράδοσιν· ποταμὸς δέ ἐστιν, καὶ λέγεταί περ Ἀλφειὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφοὺς ἤγουν τοὺς λεπρούς. 9Ἀρνειόσ9: Τὸ νει δίφθογγον· γέγονεν δὲ οὕτως· ἔστιν ἀρὰ ἡ εὐχὴ, ἐκ τούτου γίνεται ἀρὴν ἀρῆνος, τουτέστιν τὸ ἐπὶ εὐχῆς παραβαλλόμενον· κατὰ συγκοπὴν ἀρνός· καὶ μετάγεται αὔτη ἡ γενικὴ εἰς εὐθεῖαν· οἷον, ἀρνός· κατὰ πλεονασμὸν τῆς ει γί νεται ἀρνειὸς, ὥσπερ ἀδελφὸς, ἀδελφειός. 9Ἀφνειόσ9: Τὸ φνει δίφθογγον· γέγονεν οὕτως· ἐστὶν ἔνος ὁ ἐνιαυτός· καὶ ἐκ τούτου γίνεται ἄφενος, τουτέστιν ὁ ἐκ τῶν καρπῶν τοῦ ἐνιαυτοῦ συναγόμενος πλοῦτος· ἐκ δὲ τοῦ ἄφενος γίνεται ἀφενειὸς, καὶ κατὰ συγκοπὴν ἀφνειός. 9Ἀγινεῖν9: Τὸ γι ι· τὸ νειν δίφθογγον, ὡς ἀπαρέμφατον· ὡς καὶ τὸ ἄγειν· γέγονεν δὲ ἀπὸ ῥήματος· ἀπὸ τοῦ ἄγω ἀγνῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ. 169 9Ἀνία9: ∆ιὰ τοῦ ι· ἀπὸ τοῦ αἴνω, τὸ σημαῖνον τὸ θεραπεύω· ἡ γὰρ ἀνία ἐστέρηται τῆς θεραπείας· καὶ παρὰ τὸ ἰέναι τὸ