De spiritibus (excerpta)

 Ἁλέα, ἡ θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς, ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς κα

 δισσοῦ, ψιλοῦται. οἷον Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτταγὴν, εἶδος ὄρνιθος κατ

 μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,ἀν

 τὸ ἀγαθόν. ὡς τὸ, θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ, ἕο μέγ' ἀμείνονα φῶτα Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

 ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.

 ἠπάτων. καὶ τῶν ὁμοίων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος, τοῦτο δὲ τινὲς δασύνουσιν, ἐ

 ἠχθέ σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου. 203 Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο 203 μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατ

 κητώεσσαν. 205 τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα γωγὴ εἴωθεν ἀλλάσσειν καὶ

 τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ 207 λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης, ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ, ἀντὶ τοῦ ο

 ὁ βουνός. ὀργίζομαι. Ὀῤῥὸς, τὸ γάλα. Ὀῤῥωδῶ,τὸ δειλιῶ. ὀρχοῦμαι. ὀρθός. Ὄρπηξ, ὁ κλάδος. ὀρφεύς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ὁρῶ, τὸ βλέπω. ὅρος, ἀρσενικόν

 Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ' 211 αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό

 1 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ' οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ' Ὅμηρον, Πρόσθεν ἕθεν φ

 ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί-σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τ

De spiritibus (excerpta)

ΛΕΞΙΚΟΝ ΠΕΡΙ ΠΝΕΥΜΑΤΩΝ ΕΚΛΕΓΕΝ ΕΚ ΤΩΝ ΠΕΡΙ ΠΝΕΥΜΑΤΩΝ ΤΡΥΦΩΝΟΣ, ΧΟΙΡΟΒΟΣΚΟΥ, ΘΕΟ∆ΩΡΙΤΟΥ ΚΑΙ ΕΤΕΡΩΝ ΚΑΙ ΑΝΤΙΓΡΑΦΟΙΣ ∆ΙΑΦΟΡΟΙΣ ΑΝΤΙΒΛΗΘΕΝ ΚΑΙ ΟΡΘΩΘΕΝ.

ΤοΑπρὸ ἑαυτοῦ ψιλοῦται ἀεί. οἷον, ἀαρών.Ααπτος, ὁ ἀπροσπέλαστος, καὶ οὗ μὴ δύναταί τις ἅψασθαι.ΤὸΑ πρὸ τοῦ Β, εἰ μὴ ἐπάγοιτο τῷ Β τὸ Ρ, ψιλοῦται. οἷον, ἀβειρῶν. ἀβιμέλαχ. ἄβαρις. ἄβυδος. καὶ τὰ λοιπά. τὸ μέντοι ἁβραάμ. καὶ ἁβράμιος. καὶ ἁβρός. ἁβρότης. ἁβρότονον. ἃ πάντα ἀπὸ τοῦ ἁβρὸς γίνεται, καὶ ὅσα ἐκ τούτου, δασύνονται, ὅτι ἐπάγεται τῷ Β τὸ Ρ. σεσημείωται ἐν τούτοις τὸ Ἀβρότη νὺξ, ἐν ᾗ βροτὸς οὐ πορεύεται. καὶ Ἀβροτάζω, τὸ ἁμαρτάνω, κυρίως δὲ, τὸ βροτοῦ ἀποτυγχάνω· τοῦ Α κατὰ στέρησιν ἐπὶ τούτων λαμβανομένου. καὶ Ἄβρομοι, οἱ πολύηχοι, τοῦ Α κατ' ἐπίτασιν λαμβανομένου, ἢ κατὰ στέρησιν, ἤγουν οἱ βρόμον μὴ ἔχοντες. Τὸ Α πρὸ τοῦ Γ ψιλοῦται. ἄγαν. ἀγείρω. ἀγορά. Ἄγνος, τὸ φυτόν. τὸ μέντοι Ἁγνὸς, ὁ καθαρός. καὶ ἅγιος. 189 καὶ ἁγιάζω. καὶ ἁγιωσύνη. καὶ ἁγνίζω. καὶ ἁγνισμός. καὶ ὅσα ἐκ τοῦ Ἅζω ῥήματος, ὃ δηλοῖ τὸ σέβομαι, τὴν δασεῖαν φυλάττουσιν. Τὸ Α πρὸ τοῦ ∆ ψιλοῦται. ἀδάμ. ἄδωνις. ἀδελφός. Ἀδριὰς, κόλπος θαλάσσης. πλὴν τοῦ ᾅδης. ἁδρύνω. ἁδρό της. τὸ μέντοι Ἁδριὰς † παρ' Ὁμήρῳ δασύνεσθαι φησὶν Ἡρωδιανὸς, ἐν δὲ τῷ Καθόλου ψιλοῦσθαι. Τὸ Α πρὸ τοῦ Ε ψιλοῦται. οἷον, ἀεί. ἀετός. Ἄελλα, ἡ συστροφὴ τοῦ ἀνέμου. Ἀερόπη, κυρίως. ἀένναον. ἀέριον. Τὸ Α πρὸ τοῦ Ζ ψιλοῦται. Ἄζω, τὸ ξηραίνω. ἐξ οὗ καὶ Ἀζαλέος, ὁ κατάξηρος. καὶ Ἀζαρίας, κύριον. Ἄζωτος,πόλις. πλὴν τοῦ Ἅζω, τὸ σέβομαι, καὶ θαυμάζω. ἅζομαι. ἁζόμενος. Τὸ Α πρὸ τοῦ Η ψιλοῦται. οἷον, Ἀήτης, ἄνεμος. ἀηδών. καὶ τὰ ὅμοια. Τὸ Α πρὸ τοῦ Θ ψιλοῦται. οἷον, Ἄθως, ὄνομα ὄρους, οὗ ἡ γενικὴ, ἄθω· ὡς ὁ κάλως, τοῦ κάλω· καὶ ὁ ἄπρως, τοῦ ἄπρω· καὶ ὁ ταὼς, τοῦ ταώ. Ἀθῶος, ὁ ἀζήμιος. ἀθηνᾶ. ἀθροίζω. ἀθηρηλοιγός. καὶ τὰ λοιπά. Τὸ Α πρὸ τοῦ Ι ψιλοῦται. οἷον, Ἀΐδης, ὁ ᾅδης. Ἀΐσσω, τὸ ὁρμῶ. Ἀΐω, τὸ ἀκούω. Ἀϊστῶσαι, τὸ ἀφανίσαι. καὶ τὰ λοιπά. Τὸ Α πρὸ τοῦ Κ ψιλοῦται. ἀκοή. ἄκμων. ἀκόνη. Ἀκαλήφη, εἶδος βοτάνης, ἡ λεγομένη κνίδη. Ἀκωκὴ, ἡ κεφαλὴ τοῦ βέλους. καὶ τὰ λοιπά.Τὸ Α πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον Ἀλῶ, τὸ πλανῶ. Ἄλη, ἡ πλάνη. Ἀλήτης, ὁ πλανήτης.Ἀλίτης, ὁ ἁμαρτωλός. καὶ ἀλιτρός. Ἄλυδις †, ἀντὶ τοῦ ὁμοῦ. Ἀλδήσκω, τὸ αὐξάνω. ἄλλος. καὶ ὅσα ἐξ αὐτοῦ. ἀλλοῖος. ἀλλοδαπός. ἀλλότριος. ἀλλόκοτος. ἀλλᾶς, ἀλλᾶντος. πλὴν τοῦ Ἃλς, ὃ θηλυκῶς μὲν λεγόμενον σημαίνει τὴν θάλασσαν, ἀρσενικῶς δὲ τὸ ἅλας. καὶ τῶν ἐξ αὐτοῦ, Ἁλίτης, ὁ θαλάσσιος. Ἅλιος, ὁ μάταιος, καὶ ὁ θαλάσ-σιος. ἁλουργίς. ἅλμη. ἁλιεύς. Ἁλικαρνασὸς, πόλις. καὶ ἁλίασος. ἁλίαρτος. Ἁλιζῶνες, ἔθνος, ἀπὸ τοῦ ὑπὸ τῆς ἁλὸς περιζωννύεσθαι. Ἁλυκὸν, τὸ ἁλμυρόν. Ἁλίζω, τὸ ἅλατι πάσσω. σὺν τούτοις καὶ τὰ ἄθροισμα σημαίνοντα. Ἅλις, ἀντὶ τοῦ δαψιλῶς, καὶ αὐτάρκως. Ἁλίζω, τὸ 190 συναθροίζω. καὶ Ἅλως, τὸ ἁλώνιον. σὺν τούτοις καὶ Ἁλῶ, τὸ κρατῶ. ἅλωσις. ἁλωτός. ἁλίσκω. ἅλυσις. σὺν αὐτοῖς καὶ τὸ Ἅλλομαι, διὰ δύο λλ, ὃ σημαίνει τὸ πηδῶ, καὶ ἁλλόμενος. καὶ Ἅλμα, τὸ πήδημα. Ἄλμα δὲ, τὸ ἄλσος, ψιλοῦται, ὡς καὶ ὁ Λυκόφρων, Ἵν' ἄλμαθ' ἵππου † καὶ χαμευνάδος μόροι. καὶ τὰ ὅμοια. τὸ μέντοι Ἆλτο, ἀντὶ τοῦ ἐπήδησεν, ὡς καὶ Ὅμηρος, ἆλτο χαμᾶζε, ψιλοῦται. τὸ Ἁλετρίβανον, εἰ μὲν παρὰ τὸ τοὺς ἅλας τρίβειν ἐτυμολογεῖται, δασύνεται· εἰ δὲ παρὰ τὸ Ἀλεῖν, ἤγουν ἀλήθειν καὶ τρίβειν, ψιλοῦται. λέγεται δὲ καὶ ἀλότριψ. Ἀλκυὼν, ἐκ τοῦ ἐν ἁλὶ κύειν ἐτυμολογεῖται, ὅμως ψιλοῦται, διὰ τὸ ἐπάγεσθαι τὸ Κ.