ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
Chronicon sive Minus [Sp.]
ΟΙΚΤΡΟΣ ΓΕΩΡΓΙΟΣ ΣΦΡΑΝΤΖΗΣ, Ο ΚΑΙ ΠΡΩΤΟΒΕΣΤΙΑΡΙΤΗΣ, ΓΡΗΓΟΡΙΟΣ ΤΑΧΑ ΜΟΝΑΧΟΣ, ΤΑΥΤΑ ΕΓΡΑΨΑΜΕΝ ΑΠΟ ΤΩΝ ΚΑΘ' ΕΑΥΤΟΝ ΚΑΙ ΤΙΝΩΝ ΜΕΡΙΚΩΝ ΓΕΓΟΝΟΤΩΝ ΕΝ ΤΩ ΤΗΣ ΑΘΛΙΑΣ ΖΩΗΣ
ΑΥΤΟΥ ΧΡΟΝΩ.
Καλὸν ἦν μοι, εἰ οὐκ ἐγεννήθην, ἢ παιδίον ἀποθανεῖν. Ἐπειδὴ τοῦτο οὐκ ἐγένετο, ἰστέον ὅτι ἐν ἔτει #22θ-ῳ ἐγεννή-θην, Αὐγούστῳ λʹ, ἡμέρᾳ τρίτῃ· ἀνεγεννήθην δὲ ὑπὸ τῆς ὁσιωτάτης καὶ ἁγίας Θωμαΐδος, περὶ ἧς ἐν τῳ προσήκοντι τόπῳ μέλλομεν διηγήσεσθαι τἀληθές.
1.1 Καὶ τῇ κη-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ δεκάτου ἔτους ἐσκοτώθη ὁ ἀμηρᾶς Παϊαζήτης παρὰ τοῦ Τεμήρη· ὃς δὲ Παϊαζήτης ἦν πέμπτος αὐθέντης τῆς γενεᾶς αὐτοῦ. Ἐρτογρούλης γὰρ ἦν ὁ πρῶτος καὶ ὁ δεύτε ρος Ὀτμάνης, ἐξ οὗ καὶ Ἀτουμαλίδαι· ὁ τρίτος Ὀρχάνης, ὁ τέταρτος Μοράτης, ὁ πέμπτος Παϊαζήτης, ὁ ἕκτος Μεχέμετις, ὁ ἕβδομος Μορά της, ὁ ὄγδοος Μεχέμετις, ὃς δὴ καὶ ἡμᾶς ᾐχμαλώτευσε καὶ ἐξέωσε τῆς Κωνσταντινουπόλεως. Εἰς τὰς ἀρχὰς οὖν τοῦ ιβ-ου ἔτους ἐπανῆλθεν ἀπὸ τῆς ∆ύσεως εἰς τὴν Κωνσταντινούπολιν ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ ὁ Παλαιολόγος.
2.2 Καὶ τῷ ιγ-ῳ ἔτει μηνὶ Φευρουαρίου η-ῃ ἐγεννήθη αὐτῷ καὶ ὁ δεύτερος Κωνσταντῖνος, ὃς ἐγεγόνει καὶ βασιλεύς.
3.1 Ἀφ' οὗ δὴ ιβ-ου ἔτους μέχρι καὶ τοῦ κα-ου πολλῶν γενο μένων ἀναγκαίων καὶ μνήμης ἀξίων, λέγω δή, τῆς εἰς τὴν ∆ύσιν ἀφίξεων τῶν πέντε υἱῶν ἀμηρᾶ τοῦ Παϊαζήτη, ἤγουν τοῦ Μουλσουμάνου, τοῦ Μω σῆ, τοῦ Ἰεσσαί, τοῦ Μεχέμετι καὶ τοῦ Ἰωσούφη, ὃς ἐγεγόνει καὶ Χρισ-τιανὸς καὶ ∆ημήτριος ἐπωνομάσθη· τοῦ θανάτου τοῦ βασιλέως κυροῦ Ἰωάννου εἰς τὴν Θεσσαλονίκην καὶ τῆς ἐλεύσεως ἐκεῖ τοῦ ἁγίου βασι λέως κυροῦ Μανουὴλ καὶ θείου αὐτοῦ καὶ τῆς τοῦ υἱοῦ αὐτοῦ δεσπότου κὺρ Ἀνδρονίκου εἰς τὴν Θεσσαλονίκην ἀποκαταστάσεως· καὶ τοῦ θανά του τοῦ δεσπότου κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου εἰς τὸν Μυζη θρᾶν καὶ τοῦ ἁγίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ κὺρ Μανουὴλ εἰς τὸν Μορέαν ἐλεύσεως· καὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ Μουλσουμάνου παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μωσῆ καὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ τοῦ βασιλέως τοῦ ἁγίου κὺρ Μανουήλ· καὶ τῆς περὶ τὰ μέρη τῆς Λαρίσσου ἐκτυφλώσεως Ὀρχάνη, τοῦ υἱοῦ τοῦ Μουλσουμάνου· καὶ τῆς ἐλεύσεως ἀπὸ τῆς Ἀνατολῆς εἰς τὴν ∆ύσιν τοῦ ἀδελφοῦ αὐτοῦ Μεχέμετι τοῦ καὶ Κυρίτζη καὶ τῆς ἥττης καὶ ἐπιστροφῆς αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ πά-λιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πόλεως εἰς τὴν ∆ύσιν καὶ τῆς νίκης αὐτοῦ καὶ τοῦ θανάτου τοῦ Μωσῆ· ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ ἁγίου τοῦ βασιλέως κὺρ Μανουήλ, Κωνσταντίνου τὸν θάνατον ἐν τῇ Μονεμβασίᾳ, ἀλλὰ δὴ καὶ δύο θυγατέρων αὐτοῦ· καὶ τῆς γεννήσεως εἰς τὴν Πόλιν τοῦ αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους νοσή ματος καὶ τοῦ θανάτου ὁμοίως τοῦ τζαλαπῆ κὺρ ∆ημητρίου· καὶ τῆς γεν νήσεως τοῦ αὐθεντοπούλου κὺρ ∆ημητρίου καὶ τοῦ αὐθεντοπούλου κὺρ Θωμᾶ· καὶ ἄλλων τινῶν μερικῶν ἀναγκαίων. Ταῦτα δὴ πάντα διὰ τὸ τῆς ἡλικίας μου ἀτελὲς πάντη, οὐ καλῶς εἰδότος μου καὶ ἀκριβῶς, ἐν ᾧ δὴ χρόνῳ καὶ μηνὶ ἐγένοντο καὶ πῶς, σιωπῇ παραλείπω. Τὸν δὲ Ἰούλιον μῆνα τοῦ κα- ου ἔτους ἐξελθὼν ἀπὸ τῆς Πό λεως ἀπῆλθεν εἰς τὴν νῆσον Θάσον ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ καὶ ἀπῆρεν αὐτὴν τὸν Σεπτέβριον τοῦ κβ-ου ἔτους. Εἶτ' ἀπ' ἐκεῖ ἀπῆλθεν εἰς τὴν Θεσσαλονίκην καὶ εἰς τὸν Μορέαν καὶ ἔκτισε τὸ Ἑξαμίλιον.