1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

1

Ecloga chronographica

ΕΚΛΟΓΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ ΣΥΝΤΑΓΕΙΣΑ ΥΠΟ ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΣΥΓΚΕΛΛΟΥ ΓΕΓΟΝΟΤΟΣ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΠΟ Α∆ΑΜ ΜΕΧΡΙ ∆ΙΟΚΛΗΤΙΑΝΟΥ

Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἀρχὴ πάσης χρονικῆς κινήσεως τῆς ὑπὸ χρόνον ὁρατῆς κτίσεώς ἐστιν. ἐν ᾗ ὁ οὐρανὸς καὶ ἡ γῆ παρὰ θεοῦ πατρὸς διὰ υἱοῦ μονογενοῦς καὶ πνεύματος ἁγίου, τῆς ἁγίας καὶ ζωαρχικῆς ὁμοουσίου τριάδος, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι δι' ἄμετρον ἀγοθότητα παρήχθη. ἡ ἁγία πρωτόκτιστος ἡμέρα τοῦ πρώτου μηνὸς Νισὰν λεγομένου παρ' Ἑβραίοις καὶ ταῖς θεοπνεύστοις γραφαῖς, εἰκάδι πέμπτῃ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μηνὸς οὖσα, τοῦ δὲ παρ' Αἰγυπτίοις ἑβδόμου μηνὸς κθʹ. τοῦτο πᾶσιν ὁμολογούμενόν ἐστι τοῖς ἁγίοις ἡμῶν πατράσι καὶ διδασκάλοις καὶ τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ. ἐν ταύτῃ καὶ Γαβριὴλ τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε τῇ ἁγίᾳ παρθένῳ τῆς θείας συλλήψεως προεφθέγξατο. ἐν ταύτῃ καὶ ὁ μονογενὴς υἱὸς τοῦ πα τρὸς μετὰ τὴν ἐξ αὐτῆς ἄρρητον σάρκωσιν πᾶσαν πληρώσας οἰκονομίαν ἐκ νεκρῶν ἀνέστη, ἀρχὴν λαβόντος κατὰ τὴν αὐτὴν ἁγίαν τῆς ζωηφόρου ἀναστάσεως ἡμέραν τοῦ εφλδʹ ἔτους ἀπὸ κτίσεως κόσμου. περὶ οὗ μοι πᾶσα σπουδὴ γέγονε τόδε τὸ χρονικὸν συντάξαι κανονικῶς τε καὶ ἐξηγητι κῶς, ὅπερ τοῖς πολλοῖς τῶν ἱστορικῶν οὐ συμπεφώνηται, ὅτι τε τῷ εφʹ ἔτει τοῦ κόσμου ὁ κύριος ἡμῶν καὶ θεὸς ἐσαρκώθη ἐκ τῆς ἁγίας παρθένου καὶ ὅτι τῷ εφλδʹ ἔτει ἀρχομένῳ, ὡς προείρηται, τῇ πρώτῃ τοῦ Νισὰν παρ' Ἑβραίοις μηνός, κεʹ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου, παρὰ δὲ Αἰγυπτίοις Φαμενὼθ ζʹ μηνὶ κθʹ ἀνέστη ἐκ νεκρῶν πατήσας τὸν θάνατον. πρόδηλον δὲ ὅτι καὶ πρῶτον κυριακὸν πάσχα τοῖς καταξιωθεῖσι τῆς θείας χάριτος κατὰ ταύτην ἤρξατο τὴν ἁγίαν πρωτόκτιστον ἡμέραν. εὐλόγως 2 ἄρα καὶ ἐν αὐτῇ τῆς ὁρωμένης ἤρξατο δημιουργίας ἡ ἁγία καὶ παντουργὸς τριάς, ὡς προτυπούσης τὴν ἁγίαν ἀναστάσιμον ἡμέραν· οὗ χάριν καὶ πρώτην τοῦ πρώτου μηνὸς Νισὰν φυσικῶς αὐτὴν καὶ θεοδιδάκτως ὁ θεόπτης Μωϋσῆς παραλαβὼν ἐξ αὐτῆς ἤρξατο τῆς συγγραφῆς λέγων «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» πρόδηλον γὰρ ὅτι παντὸς μηνιαίου καὶ ἐνιαυσιαίου χρόνου ἡμέρα τις προκατάρχει, καὶ ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὸ φῶς καὶ τὸ σκότος τὸ πνεῦμά τε καὶ ἡ ἄβυσσος καὶ αὐτὸ τὸ πρωτόκτιστον νυχθήμερον ὅπερ ἀρχὴ τῆς χρονικῆς κινήσεως πέφυκεν, ὥσπερ ἥτις μονὰς τῶν μετ' αὐτὴν ἀριθμῶν, οὐδεὶς ἀντιφράσοι τῶν εὖ φρονούντων, οὐδ' ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τῶν ὁρωμένων ἡ σύμπηξις πρὸ τῆς πρώτης ἡμέρας, ἀλλὰ πάντως σὺν αὐτῇ καὶ κατ' αὐτὴν παρῆκται καὶ τὴν ἀρχὴν εἴληφε. εἰ γὰρ μὴ τοῦτο δῶμεν, ἔσται μὲν ἄλλη τις ἀρχὴ οὐρανοῦ καὶ γῆς κατὰ τὸν χρόνον πρεσβυτέρα καὶ ἄλλη νεωτέρα, καθ' ἣν ἡ πρωτόκτιστος ἡμέρα τοῦ εἶναι ἤρξατο, ὅπερ ἐναντιοῦται ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ φυσικῇ τῶν πραγμάτων ἀκολουθίᾳ. τίνι γὰρ ὁ πρὸ τῆς πρωτοκτίστου ἡμέρας χρόνος κατεμετρεῖτο μήπω τῆς ἡλιακῆς φορᾶς καὶ σεληνικῆς γενομένης μηδὲ τῆς ὁρατῆς κτίσεως, δι' ἣν καὶ ἡ τῶν νυχθημερινῶν διαστημάτων κίνησις ὑπὸ θεοῦ σοφῶς ὥρισται; τοῖς γὰρ ἀι δίοις ἤγουν ταῖς ἀύλοις οὐσίαις αἰών τις ἀνεπισκότιστος συμπαρεκτείνεται, ὥσπερ ἡμῖν τοῖς ἐν γενέσει καὶ φθορᾷ ὁ χρόνος ἡλίου φορᾷ καταμετρεῖται, ὥς πού φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος. ἀναγκαίως οὖν ἐκ πάντων δείκνυται χρονικὴ ἀρχή, καθ' ἣν ὁ οὐρανὸς καὶ ἡ γῆ γεγόνασιν, ἡ ἁγία αὕτη πρωτόκτιστος ἡμέρα, ἣν ὡς θεμέλιον ἀρραγῆ καὶ βάσιν ἄσειστον πηξάμενος τῆσδε τῆς συγγραφῆς, λιπαρῶ τὸν ἐν αὐτῇ καὶ κατ' αὐτὴν οὐ μόνον τὴν αἰ σθητὴν κτίσιν