Ad Tatianum de anima per capita disputatio
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΤΗΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΟΝΤΟΥ, ΕΠΩΝΥΜΙΑ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ, ΠΡΟΣ
ΤΑΤΙΑΝΟΝ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΚΕΦΑΛΑΙΩ∆ΗΣ
Τὸν περὶ ψυχῆς σοι λόγον ἐκέλευσας ἡμῖν, ὦ θαυμάσιε Τατιανὲ, μετ' ἐνεργουσῶν ἀποδείξεων διαχαράξασιν ἀποστεῖλαι· καὶ ταῦτα ἠξίους ποιεῖν, μὴ ταῖς τῶν Γραφῶν μαρτυρίαις χρησαμένους· ὅπερ ἔστι τε καὶ τοῖς εὐσεβῶς φρονεῖν ἐθέλουσιν ἀληθὴς τυγχάνει διδασκαλία παντὸς ἀνθρωπίνου λογισμοῦ ἀποδεικτικωτέρα· ἔφης γὰρ μὴ πρὸς τὴν ἐαυτοῦ πληροφορίαν τοῦτο ἐπιζητεῖν, πεπαιδευμένος ἤδη ταῖς θείαις προσανέχειν Γραφαῖς καὶ παραδόσεσι, καὶ μὴ στροφαῖς τῶν ἀνθρωπίνων λόγων δονεῖσθαι τὴν διάνοιαν· ἀλλὰ πρὸς ἀνατροπὴν τῆς τῶν ἑτεροδό ξων γνώμης, οἳ πείθεσθαι ταῖς Γραφαῖς οὐκ ἀνέχον ται· δεινότητι δέ τινι περιτρέπειν τοὺς ἀήθεις τῶν τοιούτων λόγων πειρῶνται. ∆ιὸ ἑτοίμως ὑπακοῦσαι τῷδε σῷ ἐπιτάγματι προήχθημεν, μηδὲν ὑποστειλά μενοι ὡς ἄπειροι τῆς τοιᾶσδε κατασκευῆς τῶν λό γων, ἀλλὰ τῇ σῇ περὶ ἡμᾶς εὐνοίᾳ θαῤῥήσαντες· καὶ γὰρ οἶδας ἃ μὲν καλῶς ἔχειν δοκιμάζεις, ταῦτα εἰς τὸ κοινὸν προτιθέναι· τὰ δὲ ἔλαττον τοῦ δέοντος δοκοῦντα εἰρῆσθαι, ταῦτα παρέπεσθαι καὶ ἀποκρύ πτεσθαι. ἑκάτερα χάριτι τῇ πρὸς ἡμᾶς καὶ φιλίᾳ ποιῶν. Ταῦτα οὖν εἰδὼς, μετὰ πάσης πεποιθήσεως ὡρμήθην ἐπὶ τὴν ἔκθεσιν. Ποιήσομαι δὲ τὸν λόγον τάξει τινὶ καὶ ἀκολουθίᾳ χρησάμενος, ἥνπερ καὶ οἱ περὶ ταῦτα δεινοὶ κατεχρήσαντο πρὸς τοὺς ἐπιστημό νως ζητεῖν τι ἐθέλοντας. Πρῶτον μὲν οὖν ἁπάντων ὑποθήσομαι, τίνι κριτη 10.1140 ρίῳ πέφυκεν ἡ ψυχὴ καταλαμβάνεσθαι· ἔπειτα, δι' ὧν δείκνυται ὑπάρχουσα· εἶθ' ἑξῆς, εἰ οὐσίᾳ τυγχάνει οὖσα, ἢ συμβεβηκός· εἶτα τούτοις ἀκολούθως, εἰ σῶμά ἐστιν, ἢ ἀσώματος· ἔπειτα, εἰ ἁπλῆ, ἢ σύν θετος· εἶτ' αὖθις, εἰ θνητὴ, ἢ ἀθάνατος· τελευταῖον δὲ, εἰ λογικὴ, ἢ ἄλογος. Ταῦτα γὰρ μάλιστα ἐν τῷ περὶ ψυχῆς ζητεῖσθαι εἴωθε λόγῳ, ὡς κυριώτατα καὶ δυνάμενα αὐτῆς τὴν ἰδιότητα χαρακτηρίζειν. Ἀποδείξεσι δὲ πρὸς τὴν τῶν ἐξετασθησομένων βεβαίωσιν, ταῖς κοιναῖς χρη σόμεθα ἐννοίαις, αἷς τὸ ἀξιόπιστον τὰ ἐν χερσὶ πράγ ματα μαρτυρεῖν πέφυκε. Συντομίας δὲ χάριν καὶ τοῦ χρησίμου, μόνοις τοῖς πρὸς τὸ ἀναγκαῖον τοῦ ζητου μένου ἔχουσι τὴν ἀπόδειξιν, τὰ νῦν χρησόμεθα συλ λογισμοῖς· ὅπως σαφῆ τε καὶ εὐπαράδεκτα τὰ νοήματα γενόμενα, ἑτοιμότητά τινα ἡμῖν ἐμποιήσῃ πρὸς τὴν τῶν ἀνθισταμένων ἀπάντησιν. Ἀρξόμεθα οὖν τοῦ λόγου ἐντεῦθεν.
Τίνι τὸ καταληπτικὸν κριτήριον τῆς ψυχῆς. Αʹ. Πάντα τὰ ὄντα, ἢ αἰσθήσει γνωρίζεται, ἢ νοήσει καταλαμβάνεται. Καὶ τὸ μὲν αἰσθήσει ὑποπί πτον, ἱκανὴν ἀπόδειξιν ἔχει τὴν αἴσθησιν· ἄμα γὰρ τῇ προσβολῇ, καὶ τὴν φαντασίαν ἡμῖν ἐμποιεῖ τοῦ ὑποκειμένου. Τὸ δὲ νοήσει καταλαμβανόμενον, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ' ἐκ τῶν ἐνεργειῶν γνωρίζεται. Ἡ τοίνυν ψυχὴ ἄγνωστος οὖσα ἐξ ἑαυτῆς, ἐκ τῶν ἀπο τελεσμάτων εἰκότως γνωσθήσεται.
Εἰ ἔστιν ἡ ψυχή. Βʹ. Τὸ σῶμα ἡμῶν κινούμενον, ἢ ἔξωθεν, ἢ ἔνδο θεν κινεῖται. Καὶ ὅτι μὲν ἔξωθεν οὐ κινεῖται, δῆλον ἐκ τοῦ μήτε ὠθούμενον, μήτε ἑλκόμενον κινεῖσθαι, ὡς τὰ ἄψυχα. Καὶ ἔνδοθεν δὲ πάλιν κινούμενον, οὐ φυσικῶς κινεῖται, ὡς τὸ πῦρ. Ἐκεῖνο γὰρ οὐ παύ εται τοῦ κινεῖσθαι, εἰς ὄσον ἐστὶ πῦρ· ὥσπερ τὸ σῶμα νεκρὸν γεγενημένον, ἀκινητεῖ σῶμα ὄν. Οὐκ οῦν εἰ μήτε ἔξωθεν κινεῖται, ὡς καὶ ἄψυχα, μήτε φυσικῶς ὡς τὸ πῦρ, δῆλον ὅτι ὑπὸ ψυχῆς κινεῖται τῆς καὶ τὸ ζῇν αὐτῷ παρεχούσης. Εἰ τοίνυν τῷ σώ ματι ἡμῶν ἡ ψυχὴ δείκνυται τὸ ζῇν παρέχουσα, ἔσται καὶ καθ' ἑαυτὴν ἡ ψυχὴ ἐκ τῶν ἐνεργειῶν γνωριζομένη.