Sententiae
Εὐσεβείας ἐπὶ πᾶσι φροντιστέον, ἣν μητέρα φασὶ τῶν ἀρε τῶν, ὀρθῶς λέγοντες· αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ τῶν ἀρετῶν 2 Τὸ εἰδέναι θεὸν καὶ τὴν πάντων συνεκτικήν τε καὶ ποιητικὴν αἰτίαν καὶ ὄψις διδάσκαλος καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρω μένοις προσβάλλουσα καὶ πεπηγόσιν, ὁ δὲ δι' αὐτῶν τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος 3 Κρεῖσσον [so zu lesen statt κρεῖστον] ὑπαίθριος πίστις πο λυτελοῦς εὐσεβείας, καὶ τρεῖς συνηγμένοι ἐν ὀνόματι κυρίου πολλῶν ἀρνουμένων θεότητα 4 Οὐδὲν οὕτω τῷ θεῷ μεγαλοπρεπὲς, ὡς λόγος κεκαθαρμένος καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν 5 Μόνον ἀμετάπτωτον ἀγαθὸν καὶ παραμένον ἡ εὐσέβεια 6 Τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστόν πως διὰ τὸν φθόνον· ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον