1
Sermo in sanctum Romanum
96.477 Τοῦ Νύσσης, ἐκ τοῦ εἰς τὸν ἅγιον Ῥωμανόν. Οὐ μήρυνθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν
ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσι, ἀλλ' ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι. Τῶν δὲ τυραννουμένων ξιφῶν τὰς ἀκμὰς τῇ τῶν πληγῶν φιλοτιμίᾳ 96.477 ἀμβλύνουσιν, οὐ τὸ μὴ πάσχειν τέχνην ποιούμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν ἀσκούμενοι.