1
Homilia de jejunio (homilia 15) (e cod. Sinaitico gr. 491)
Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, περὶ νηστείας.
1 Ῥίζα καὶ θεμέλιος τῶν εὐσεβῶν ἡ κατὰ θεὸν νηστεία, ἡ μετὰ εὐλαβείας καὶ ἁγίων εὐχῶν καὶ ἐλεημοσυνῶν ἐπιτελουμένη. Οὐ γὰρ ἀποχὴν ἄρτου καὶ ὕδατος βούλεται ὁ θεός, ἀλλ' ἀποχὴν πράξεων πονηρῶν· «Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον.» Νηστεύσωμεν, ἀγαπητοί, νηστείαν τὴν θεῷ πρέπουσαν, περὶ ἧς φησιν ὁ κύριος· «Σὺ δὲ ὅταν νηστεύῃς, ἄλειψόν σου τὴν κεφαλὴν» δι<ὰ> καλῶν ἔργων καὶ ἐλεημοσυ νῶν, «καὶ τὸ πρόσωπόν <σου> νίψαι», περιαιρῶν πᾶσαν ῥυπαρίαν ἁμαρτίας. Ἔστιν νηστεία ψεκτὴ καὶ ἔστιν νηστεία ἐπαινετή. Πολλοὶ νηστεύσαντες φόνους εἰργάσαντο καὶ πολλοὶ νηστεύσαντες ἄλλους ἔσωσαν.
2 Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείας τὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσαν κατ' αὐτῶν ἡ νηστεία ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.» Οὐκ εἶπεν «μετὰ τρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται»· εἰ γὰρ εἶπεν «μετὰ τρεῖς ἡμέρας», κατεστράφη ἄν, ἀλλ' «ἔτι τρεῖς ἡμέραι», τοῦτο δεικνὺς ὅτι «Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐ μετενοήσατε. Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐν ταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡ πόλις.» Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶν τριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
3 Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπόστολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείαν καὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητος ἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; Ἐνήστευσεν ∆ανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντος γὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβό<α> πρὸς Χριστὸν λέγων· «Ἐκ βαθ<έων> ἐκέ<κραξά σε, κύριε·> κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.» Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, πάλιν ἐβόα λέγων· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύ ριος τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐ σφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεν τὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳ καὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσαν ἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸν τέταρτον.
4 Ἐνήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν Ἰωνᾶν ἐν τοῖς τῆς κοιλίας ταμιείοις· ἔχον γὰρ τὸν προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον. Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνήστευσεν ∆αυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνή- στευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέλησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν.
5 Ἐνήστευ<σεν> ὁ σωτὴρ ἡμ<ῶν> τεσσαράκοντα ἡμέρας καὶ τὸν διάβολον κατῄσχυνεν, ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἐνήστευσεν δὲ τύπον ἡμῖν διδοὺς ὅτι διὰ νηστειῶν δυνάμεθα τυχεῖν ἐξιλασμοῦ