1

 2

 3

 4

1

Homilia ii de Hypapante (homilia 2)

Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

1 Μὴ ἀγνοεῖτε ὅτι τὸ Πνεῦμα προφήτην τὸν Συμεῶνα κατέστη σεν καὶ

χρηματισμὸν αὐτῷ «μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν» προσεφώνησεν; «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Οὐχὶ παρ' αὐτοῦ χορηγηθεὶς τὸν Ἰωσὴφ καὶ Μαριὰμ εὐλόγησεν; Οὐ παρ' αὐτοῦ προσταχθεὶς τῇ Μαριὰμ προσεφώνησεν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»; Οὐ δι' αὐτοῦ κάτοχος ἡ Ἅννα ὡς προφῆτις ἐτύγχανεν; Οὐκ ἐξ αὐτοῦ μεστωθεῖσα τὴν ἐσομένην λύτρωσιν διὰ τοῦ βρέφους κατήγγειλεν;

2 Τούτων ὑμῖν ἔδει κατὰ μέρος ὑφᾶναι τὴν ἐξήγησιν, ἀλλ' ἴσως ὁ καιρὸς δεδαπάνηται καὶ τὸν λόγον ἐπιτεμεῖν φειδοῖ τῆς ὑπακοῆς τῆς ὑμετέρας προσῆκεν. Εἰ δὲ οὐκ ἀνεκτὸν ὑμῖν τὸ ῥῆμα ἐπειδὴ συμποσιασταὶ τῆς τραπέζης ἐστὲ τῶν λογίων τῶν ἱερῶν ἀκόρεστοι, ὅθεν ὑμῖν ὁ τῶν εὐαγγελίων συγγραφεὺς τὴν ἱστορίαν ἤρξατο, ἐκεῖθεν ὡς ἔνι καὶ ἡμᾶς ἐπιτεμεῖν τὴν ἑρμηνείαν προσῆκεν, ὥστε καὶ τῷ καιρῷ γενέσθαι καὶ τῷ πόθῳ τῷ ὑμετέρῳ τὰ πρόσφορα.

3 «Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Οὐ μικρὸν ἐγκώμιον τὸ Πνεῦμα τούτῳ γε τῷ Συμεὼν ἐν προοιμίοις ὕφαινεν· «Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ» ὃν πάλαι μὲν ἐζήτουν οἱ προφῆται καὶ ὁ νόμος ἐπόθει, εὗρεν δὲ ἡ χάρις καὶ εὑροῦσα τοῖς ἑξῆς ἐστεφάνωσεν. Ὁ στέφανος πόθεν πλέκεται; Πρόσεχε· «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ.» Ζηλῶσαι τὸν Συ μεῶνα καὶ μακαρίσαι προσῆκεν ὅτι οὐ μόνον δίκαιος ἦν ἀλλὰ καὶ εὐλαβὴς κακίας πάσης ἀπείχετο· ὡς δὲ «προσδεχόμενος παρά κλησιν τῷ Ἰσραήλ», οὔτε περὶ τὰς ἀρετὰς κοπιῶν ἐνάρκα, οὐδὲ κακίας ἀπεχόμενος ἔκαμεν.

4 «Καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν.» Θαυμαστὸν καὶ τοῦτο καὶ τοῖς ἔμπροσθεν εἰρημένοις ἁρμόδιον· ναὸς γὰρ ὑπῆρχεν, κα θαρὸν εἶχεν τὸν νυμφῶνα τῆς σαρκός, καὶ τῆς ψυχῆς ἡ παστὰς πάσης βιωτικῆς ἀράχνης ἐκαθάρευεν· ἐκεῖθεν πρὸς ἑαυτὸν εἵλ κυσε τὴν κατοικίαν τοῦ Πνεύματος. «Καὶ ἦν αὐτῷ κεχρημα τισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου.» Ὁρᾷς πηλίκον ἐστὶν εἶναι ναὸν θεοῦ· ἀπὸ ζωῆς εἰς ζωὴν οἱ τὸν βίον οὕτως ἀσκηθέντες μετέρ χονται. Ὅθεν καὶ τῷ Συμεὼν «κεχρηματισμένον ἦν μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου», τουτέστι πρὶν ἴδῃ τὸν καταργοῦντα τὸν θάνατον, πρὶν ἴδῃ τὸν τοὺς νεκροὺς ἐγείροντα, πρὶν ἴδῃ τὸν εἰς νυμφῶνα τοὺς τάφους μεταβάλλοντα, πρὶν ἐκεῖνον θεάσηται ὅστις ἄφοβον αὐτῷ τὴν ἐντεῦθεν ἀποδημίαν ἐρ γάζεται.

5 «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Οὐδὲ τοῦτο παρελθεῖν ἢ παραδραμεῖν ἄξιον· ἀπόδειξις γὰρ ὅτι κατὰ πρόσταξιν τοῦ Πνεύματος τοῦ ἐνοικοῦντος ἔπραττε καὶ οὔτε εἰς ἀγορὰς οὔτε τινὰς πράξεις χωρὶς αὐτοῦ ὅλως ἐνέβαλλεν· ὅπου γε εἰς τὸ ἱερόν, οὐκ ἄλλως, ἀλλὰ γὰρ αὐτοῦ χειραγωγοῦντος ἔρχεται. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τῷ νόμῳ περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας.» Τίνος αὐτῷ τὸ βρέφος ὅπερ ἠγνόει μηνύσαντος; Ἀλ λὰ γὰρ δῆλον τοῦ κατοικοῦντος ἐν αὐτῷ καὶ χρηματίζοντος Πνεύματος καὶ πάντως που πρὸς τὸν Συμεῶνα λέγοντος· «∆ράμε, πρεσβῦτα, δράμε, σπεῦδε ἤδη, τάχος τὴν εὐλογίαν ἅρπασον, πρὶν ὁ ἀστὴρ φανῇ, πρὶν οἱ Μάγοι παραγένωνται, μή ποτε ὑβρισθῶ μεν. Τὸ γὰρ ἐξ ἐμοῦ φῶς