1
In sanctos Petrum et Paulum (homilia 13)
̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον.
1 Καλὸν μὲν τὸ ῥόδον, τῆς ἐαρινῆς ὥρας αὐτῷ προσφερούσης ὀσφραίνεσθαι,
ἀλλ' ἐὰν τῷ κρίνῳ συμπλακῇ εἰκότως εὐωδέστερον γίνεται· μύρον γὰρ μύρῳ κιρνᾶται καὶ διπλῆ τῆς ἐντεῦθεν εὐω δίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ' ἑαυτὸν ὁ Πέτρος καὶ τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυ φεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνή της ἄϋπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται-οὗ ἡ σαγήνη λίνον ἔχει τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ κόλπον τὴν ἀνάστασιν-, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι.
2 Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτί ζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα σῴζεται. Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττι γος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον ᾄδουσιν. «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς» αὐτῶν, καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στε φανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγ χανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμέ νας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργά ζετο, «ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας» δεσμῶν οὐκ ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ, τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύ λους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χρι στὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών, τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ προβάλλεται. Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας, οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται· «Σαούλ, Σαούλ», λέγων, «τί με διώκεις;» Τίνα σου πλοῦτον ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπε στέρησα; Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα τῆς συκῆς δι' ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι' ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες, τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας;
3 «Σαούλ, Σαούλ, τί με διώκεις;» Νόμον εἶχες, ἐγὼ δὲ ὡς ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλή θειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς <ἰατρείαν> ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένα