1
In sanctum Andream (homilia 7)
Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον.
1 Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, σάλπιγξ ἣν
ἐχάλκευσεν ὁ Χριστὸς σφύρᾳ τῷ σταυρῷ, ἄκμονι τῷ εὐαγγελίῳ, πυρὶ τῷ πνεύματι, ἀσκοῖς εἰπεῖν θαρρῶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ χαλκευσάμενος, σάλπιγξ ἣν εἰπεῖν οὐκ ἄτοπον, προφητικόν τε ὁμοῦ καὶ ψαλμικὸν αὐτῇ δανεισάμενος ἐγκώμιον· «Σαλπίσατε». Πᾶσι γὰρ Ἀνδρέας τῆς χάριτος μεταδίδωσι, πᾶσιν δανείζει τὴν χορηγίαν τοῦ Πνεύματος, πάντας εἰς τὸν ἀγῶνα στρατολογεῖ ὁ πρὸ πάντων κληθεὶς μετὰ πάντων στεφανωθῆναι βου λόμενος. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος ἄξια τοῦ Χριστοῦ τὰ μυστήρια πάσῃ διαδοθῆναι τῇ γῇ, πᾶσιν ὀφείλονται κηρυ χθῆναι τοῖς ἔθνεσιν. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος νοητῆς τεκμήριον ἡ πανήγυρις· πολέμου γὰρ χρεία καὶ μάχης, ἀγῶνος καὶ πάλης, ὅπλων δεξιῶν καὶ ἀριστερῶν εἰς τὴν τοῦ προκειμένου κατόρθωσιν. «Σαλπίσατε», ἵνα τῇ φωνῇ τὸν ἐχθρὸν καταλάβητε καὶ τῆς νοητῆς Ἰεριχὼ τὰ τείχη καταστρέψητε. Ὁ ἦχος εἰς ὦτα κωφῶν εἰσέλθοι, ἐκ νεκρῶν ἐγείροι τοὺς ἴσα θανάτῳ τὸν βαρὺν ὕπνον τῆς ἁμαρτίας καθεύδοντας. «Σαλπίσατε ἐν νεομη νίᾳ σάλπιγγι»· νῦν γὰρ ὁ βίος ἡμῶν νεομηνία γέγονεν, τὸ γῆ ρας ἀπέθετο, τὰς ῥυτίδας ἀπέσμηξεν, νέος ἐκ παλαιοῦ διὰ τὸν ἐγκαινισμὸν τοῦ μυστηρίου γεγένηται «ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν». Τί γὰρ τῆς παρούσης ἑορτῆς εὐσημότερον ἐν ᾗ πάντα τὰ ἔθνη κροτήσει χεῖρας; Πᾶσα ἡ γῆ πρὸς εὐωχίαν συνάγεται, βασιλεῖς τιμῆσαι τὸν ἁλιέα συντρέχουσιν, οἱ ζῶντες τροφὴν αἰ τοῦσιν τὸν εἶναι δοκοῦντα νεκρόν, οἱ σοφοὶ πρὸς τὸν ἀγράμματον ὡς πρὸς διδάσκαλον σπεύδουσιν· κοινὸν τοῦ κόσμου τὸ τοῦ πτω χοῦ δεῖπνον, κοινὴ πρὸς πάσας τὰς πόλεις ἡ πανήγυρις.
2 Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, Ἀν δρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στῦλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ὁ τῆς ἀπαρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν σφραγισθῆναι σφραγίζων, ὁ πρὶν προσαχθῆναι προσάγων, εὐαγ γέλιον κηρύττων ὃ μηδέπω πεπίστευται, θύραν ἀνοίγων ἣν τέως οὐκ ἦν εἰσελθών, πρὶν μαθεῖν ἀποκαλύπτων τὴν ζωήν, ἄρτον ἐπαγ γελλόμενος ὅσον μετὰ χεῖρας οὐκ ἔλαβεν. Μὴ γάρ τι μέγα ἢ μικρὸν τῶν εἰς μάθησιν ἀκηκοὼς ἐτύγχανεν; «Ποῦ μένεις;» αὐτὸς τῷ Ἰησοῦ ἔλεγεν. Ὁ δέ· «Ἔρχεσθε καὶ ὄψεσθε.» Καὶτί τοιοῦτον ἡ λέξις εἶχεν οἷον Ἀνδρέας προλαμβάνει καὶ φθέγ γεται; Μὴ γὰρ τὴν ἑαυτοῦ δόξαν ἐν τούτοις ὁ Χριστὸς ἀπεκάλυ ψεν; Μὴ ὅσης ἂν εἶχεν δυνάμεως ἑαυτὸν ἔδειξεν; Μὴ δημιουρ γὸν ἑαυτὸν καὶ ποιητὴν ἀπήγγειλεν; Μὴ χωλῶν ἔταξε δρόμον; Μὴ τυφλῶν ἀνῆψεν ὀφθαλμούς; Μὴ ὑπὲρ φύσιν ἠνάγκασεν; Πό θεν σοι τοίνυν τοιαῦτα περὶ αὐτοῦ λέγειν; Πῶς γέγονας προφή της, πῶς θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύδεις ὃν οὐ δύνῃ φθάσαι; Ἀλλ' Ἰωάννης, ἐρεῖς,πρὸς τούτους σε τοὺς λόγους ἐκίνησεν. Καὶ μὴν ταῦτα μόνα σου παρόντος ἐφθέγξατο· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σὺ δὲ ἀμνὸν ἀκούσας εὐαγγελίζει θεόν, ἀφῆκας τὰ κάτω καὶ τὰ ἄνω πολυπραγμονεῖς, εἴασας τὴν λί μνην καὶ τὸ δίκτυον εἰς τὸν οὐρανὸν ἔπεμψας· μὴ γὰρ ταῦτα σαγήνη θηρᾶν οἶδεν, μὴ κάλαμος ἁλιευτικὸς ἕλκει; Σοῦ τῆς χει ρὸς ἡ γῆ καὶ ὁ οὐρανὸς κρέμαται. Τί λέγεις· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν»; Ποῦ γὰρ αὐτὸν καὶ πῶς καὶ πότε ἀπώλεσας; Εὑρίσκει τις τὸ ἀπολωλός· ὁ δὲ πάντας σῴζων πῶς ἀπολέσθαι δύναται; Ὁ