1

 2

 3

1

In sanctum Lucam (homilia 21) [Dub.]

̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λουκᾶν τὸν ἀπόστολον καὶ εὐαγγελιστήν.

1 Φόβῳ τοῦ σιωπᾶν μὴ ἀνεχόμενος περὶ τῆς παρούσης ἑορτῆς, εἰ καὶ λίαν εἰμὶ

ἀμαθὴς τῷ λόγῳ ὁ τάλας ἐγὼ καὶ οὐκ ἀξίως ἔχων τοῦ λέγειν, ὅμως τῷ πόθῳ ἑλκόμενος τὸ χρέος κατὰ δύναμιν ἀπο δίδωμι. Ἐπειδὴ δὲ καὶ λόγων καὶ ἔργων ἅμιλλαν ὁρῶ ἐπὶ τῆς παρούσης πανηγύρεως, τῶν μὲν λόγων βιαζομένων παραστῆσαι τῶν ἔργων τὸ μέγεθος, τῶν δὲ ἔργων πάλιν φιλονεικούντων δι' ὑπερ βολὴν θαυμάτων νικῆσαι τῶν λόγων τὸ τάχος, ὅμως νίκην μᾶλλον βελτίω τὴν τοιαύτην ἡγοῦμαι, εἰ φανείην εἰς ἐπαίνους ἡττώμενος τοῦ μακαρίου Λουκᾶ, ὃς εἰς διδασκαλίαν καὶ θαύματα πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησεν.

2 Τί γὰρ εὐαγγελιστοῦ μεῖζον; Τί δὲ τῆς χάριτος ἐκείνου ἴσον, ὃς τῷ λογισμῷ πᾶσαν τὴν αἰσθητὴν κίνησιν ὑπερβαίνει, ὃς τῇ γλώττῃ τοὺς πατρικοὺς κόλπους ἠρεύνησεν, ὃς γέγονεν τοῦ ἀπορ ρήτου μυστηρίου βροντή; Ἄνθρωπος ὢν τρίπηχυς, πηλῷ συμ πεπλεγμένος, πάθεσι πυκτεύων, ὑποκείμενος νόσοις, συγκεκλη ρωμένος θανάτῳ, εἰς τὸν οὐρανὸν ἀνέβη τοῖς λογισμοῖς, εἶδε τῇ πίστει τὴν ἄναρχον γέννησιν, ἐθεάσατο τὸν Λόγον ἐκ πατρικῶν κόλπων ἀπαθῶς προελθόντα καὶ θεὸν ἐκ θεοῦ γεννηθέντα καὶ εἰς δύο θεοὺς τὴν ἄκτιστον οὐσίαν μὴ μερισθεῖσαν, εἶδε τὴν ἐπὶ θρόνου ὁμοούσιον τριάδα προσκυνουμένην, ἐν ὑποστάσεσι διῃ ρημένην καὶ φύσει ἡνωμένην, οὔτε τῆς τριάδος εἰς ἓν πρόσωπον συγκεκλεισμένης, οὔτε τῆς οὐσίας εἰς ἀριθμὸν ἐκτεινομένης. Καὶ τῶν σεραφὶμ ηὑρέθη τολμηρότερος ὁ εὐαγγελιστής· ἐκεῖνα μὲν γὰρ διὰ τὴν ἀστραπὴν τὴν ὄψιν καλύπτει, οὗτος δὲ διὰ τὴν χάριν τὴν γέννησιν ἐθεολόγησεν.

3 Πάλιν δὲ οὐρανόθεν εἰς γῆν καταβὰς καὶ ἐγκύψας τῷ φρικτῷ σπηλαίῳ, τοῖς τῆς πίστεως ὄμμασιν εἶδε μυστήριον θεοῦ τροπῆς καὶ ἀλλοιώσεως ἀνώτερον, εἶδε παρθένον ἀνύμφευτον μητέρα, εἶδε γαστέρα οὐρανοῦ πλατυτέραν, εἶδε τόκον οὐκ ἀρχὴν θεοῦ ἀλλ' ἐπιφάνειαν, εἶδε βρέφος σαρκωθέντα τὸν δημιουργὸν πάν των τῶν αἰώνων, εἶδε θεὸν ἐν δούλου μορφῇ κενωθέντα, εἶδε φάτνην μυστηρίου κλίνην, εἶδε σπάργανα οἰκουμένης λύτρα, εἶδε σταυρὸν εἰς οὐρανὸν γέφυραν, εἶδε τάφον κατὰ θανάτου ὅπ λον, εἶδε Πνεύματος ἁγίου πλοῦτον αἰώνιον καὶ ἀπερινόητον, εἶδεν εἰς Αἴγυπτον φυγόντα σαρκὶ τὸν κατέχοντα τὴν γῆν δρακί. Καὶ τὸ μὲν μυστήριον ἔλαθε τὰ σεραφίμ, ὁ δὲ εὐαγγελιστὴς τὸ θαῦμα ἐθεολόγησεν· διὰ τοῦτο Παῦλος, τῶν εὐαγγελιστῶν τὸ ἀξίωμα κηρύττων, ἐβόα· «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποί κιλος τοῦ θεοῦ σοφία.»

4 Καὶ βλέπετέ μοι τὴν σοφίαν τοῦ δεσπότου· ἐκ πάσης ἐπι στήμης καὶ τέχνης ἑαυτῷ μαθητὰς ἐξελέξατο, ἐξ ἁλιέων τὸν Πέτρον, ἐκ τελωνῶν τὸν Μαθθαῖον, ἀπὸ σκηνορράφων τὸν Παῦλον, ἐξ ἰατρῶν τὸν Λουκᾶν. Καὶ οὐκ εἰκῇ οὐδὲ ἁπλῶς τοῦτο πεποίηκε· ἐν τῷ βυθῷ γὰρ τῆς πλάνης ἦν ἡ ἀνθρωπεία φύσις καὶ χρεία ἦν ἁλιέων. Πάλιν ἐτελώνησεν ὁ διάβολος τὸν Ἀδὰμ τὴν ἀθανασίαν ἀφαρπάσας· χρεία ἦν εὐαγγελιστοῦ τελώνου. Ἐνέδυ σεν ἡ παρακοὴ τοὺς δερματίνους χιτῶνας τὸν ἄνθρωπον· χρεία ἦν τοῦ σκηνορράφου καὶ τῆς χάριτος, ἵνα διατέμῃ τῇ σμίλῃ τοῦ Λόγου τὴν τῶν παθῶν νέκρωσιν.

5 Ἐνόσει ποικίλως τὸ τῶν ἀνθρώπων γένος πυρετῷ ἀκολα σίας, φθόνῳ φιλαργυρίας καὶ τῇ ἡδονῇ, βασκανίας ἀπογνώσει, εἰδωλολατρείας ἀλογίᾳ. ∆ιὰ τοῦτο ἔμπειρον αὐτοῖς τὸν Λουκᾶν κατέστησεν ἰατρὸν καὶ βοᾷ Παῦλος· «Ἀσπάζεται ὑμᾶς