1
Epitome historiarum
ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ∆ΡΟΥΓΓΑΡΙΟΥ
ΤΗΣ ΒΙΓΛΑΣ ΚΑΙ ΠΡΩΤΟΑΣΗΚΡΗΤΙΣ. ΠΡΟΟΙΜΙΟΝ. Εὐστόχως αν τις ειποι ἐπιτωθάζων μοι, μεῖζόν σοι τοῦ εργου τὸ πάρεργον. εδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ' ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, ουτω τὰ καθ' ἡμᾶς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οις οιδεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ετερον μετιέναι η οσα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυλότητα πράξεων, καὶ αττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ' οις παρώργισται παρ' ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν ουτω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ' ἀμελῶς πρὸς τὸ εργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν. 1.2 ̓Αλλ' ινα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ οικοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ανδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ "χρῆσαι" λέγοντες "τῇ σχολῇ πρὸς εργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα." προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἱ μὲν διεξοδικώτερον τὰς αλλας τε πράξεις τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ ει τι τούτοις ἑπόμενον, πρὸς δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ορη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων υψη μετέωρα καὶ ὡς αν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέθεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις οπως ειχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον η καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ωσθ' ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τὸ κακόδοξον, κἀκ τῆς ἱερᾶς γραφῆς τοὺς ἐλέγχους παράγειν, η καὶ ̓Ιουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ' ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ελληνας αυθις ἀντικαθίστασθαι, καὶ τὸν υθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐτῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ελεγχον, 1.3 εστι δ' ου γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. "ταῦτα δ'" εφασαν "τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ινα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ηγηνται, οτι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ οτι, καν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μακρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέμων καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ εσται τις λυσιτέλεια" ελεγον "ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς οδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός, η τί τοῖς πρέσβεσιν ὁ αὐτοκράτωρ ἐκεῖνος εφη τοῖς ἐκ Περσῶν, η αλλος τοῖς ἐκ Κελτῶν η Σκυθῶν η τοῖς ἐξ Αἰγύπτου τυχὸν η