1
Lexicon
ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ ΠΑΛΑΙΑΣ ΤΕ ΦΗΜΙ ΓΡΑΦΗΣ ΚΑΙ ΤΗΣ ΝΕΑΣ ΚΑΙ ΑΥΤΗΣ ∆ΗΠΟΥ ΤΗΣ ΘΥΡΑΘΕΝ.
Α Τὸ Α μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Ααπτοσ. ὁ ἀπροσπέλαστος. παρὰ τὸ απτω· απτος καὶ ααπτος· ου οὐκ αν τις αψαιτο, ιν' ῃ ἀπρόσιτος· η ὁ αγαν ἁπτόμενος, ἐπιτάσει τοῦ ˉα. Αατοσ. ἀβλαβής. ατη γὰρ ἡ βλάβη. η καὶ ὁ χαλεπὸς καὶ ὁ βλαβερὸς, ἐπιτάσει τοῦ ˉα. ουτως Μεθόδιος. η παρὰ τὸ αω, τὸ βλάπτω, ασω, ατος καὶ αατος. ̓Αάσχετοσ. ὁ ἀκράτητος. ἀπὸ τοῦ σχῶ, σχήσω, εσχηκα, εσχεμαι, εσχεσαι, εσχεται, σχετὸς καὶ ασχετος, καὶ πλεονασμῷ τοῦ ˉα ἀάσχετος. (Οὐδέτερον.) ̓Αάβυκτον. μέλαν· ἀβλαβές. ̓Ααγέσ. αθραυστον· ἰσχυρόν. αγω γὰρ τὸ κλῶ. ἀγὲς καὶ μετὰ τοῦ στερητικοῦ ˉα, ἀαγές. alpha.2 ̓Αάλιον. ατακτον· ἀκρατές. ἀπὸ τοῦ ἁλῶ τὸ κρατῶ. καὶ στερήσει τοῦ ˉα ἀάλιον. αλιον δὲ τὸ μάταιον. ( ̔Ρῆμα.) ̓Αάδειν. ὀχλεῖν. ἀδικεῖσθαι. ἀπορεῖν· ἀσιτεῖν. ̓Αασάμην. ἐβλάβην. ἀπὸ τοῦ αω τὸ βλάπτω. ὁ μέλλων ασω. ὁ ἀόριστος ασα, ὁ μέσος ἀσάμην, καὶ πλεονασμῷ τοῦ ˉα, ἀασάμην. Αασασ. εβλαψας. ̓Αάσαι. τέσσαρα σημαίνει. τὸ κορέσαι· τὸ καθυπνῶσαι· τὸ βλάψαι καὶ τὸ λυπῆσαι. Τὸ Α μετὰ τοῦ Β. ( ̓Αρσενικόν.) ̓Αββᾶσ. †ὁ γέρων·† ὁ πατήρ. †καὶ ὁ ἀπόστολος· ἐν ῳ κράζομεν ἀββᾶ ὁ πατήρ. λέγομεν δὲ, πάτερ ἡμῶν ὁ.† alpha.3 ̓Αβλῆτα. μὴ βεβλημένον. Αβολησ. ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας, ἐξ ου γνωρίζεται ἡ ἡλικία τοῦ ζώου, οιον ονου, ιππου καὶ τῶν ὁμοίων. † Αβροτοσ. θεῖος· αφθαρτος.† ̓Αβραάμ. κύριον· ο ἑρμηνεύεται πατήρ. ̓Αβρόμιοσ. χωρὶς οινου· καὶ ὁ αοινος· βρόμος γὰρ ὁ ∆ιόνυσος, η καὶ ὁ εφορος τοῦ οινου κατὰ Ελληνας. Αβρομοσ. θορυβώδης· ἀπὸ τοῦ ˉα ἐπιτατικοῦ μορίου καὶ τοῦ βρέμω, τὸ ἠχῶ. εστι δὲ καὶ ὁ ἀθορύβητος, στερήσει τοῦ ˉα. ̓Αβροτήμων. ὁ ἁμαρτωλός. ̓Αβέρβηλοσ. ὁ ἀκατάστατος. ̓Αβακήμων. ὁ μωρός. Αβαζοσ. αλαλος· ησυχος· ητοι ὁ ἐστερημένος τοῦ βάζειν, ο ἐστι τοῦ λέγειν. Αβιοσ. ὁ μὴ εχων βίον· η ὁ μὴ εχων τόξον. βιὸς γὰρ τὸ τόξον. alpha.4 ̓Αβέλτεροσ. ἀνόητος, ὁ τὸ βελτίον μὴ γινώσκων. τοῦτο παρὰ τὸ βέλτερος. ωσπερ γὰρ παρὰ τὸ φέρω, φέρτερος, ουτω παρὰ τὸ βάλλω, βέλτερος, καὶ στερήσει τοῦ ˉα, ἀβέλτερος. ̔Αβροδίαιτοσ. ὁ τρυφητής· ἁβρὸν γὰρ τὸ πλούσιον. ̓Αβαήρ. τὸ λεπτόν. ̓Αβδηρίτησ. ανεμος ουτω καλούμενος ἀπὸ τοῦ τόπου. Αβαξ. κυρίως ὁ μὴ εχων βάσιν. καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱασδήτινος σανίδος. παρὰ τὸ βῶ, τὸ βαίνω. ̓Αβωριγίνεσ. εθνος ̓Ιταλικόν· οὐκ ἀπὸ τῆς ἀβωριγόνον εὐθείας, ὡς Λεοντίνος· ἀλλ' ὡς ∆ελφὶν ∆ελφῖνος. † ̓Αββακούμ. πατὴρ ἐγέρσεως. τὸ μὲν γὰρ ἀββᾶ σημαίνει πατήρ· τὸ δὲ κοὺμ εγερσις. ὡς ἐν τῷ θείῳ εὐαγγελίῳ· ταβηθὰ κούμ, ηγουν ἡ παῖς ἐγείρου.† alpha.5 ̓Αβάντειος δόμοσ. ὁ τοῦ Αβαντος· καὶ ̓Αβαν τιάδης. Αβαπτοσ. ὁ ἀστομώτατος. ̓Αβασάνιστοσ. ὁ ἀνεξέταστος· η ἀγύμναστος καὶ ἀδοκίμαστος. Αβατον. ἱερόν· ἀπρόσιτον· ερημον· καὶ ὁδὸς αβατος ἡ ἀπόρευτος. Αβαρισ. Σκύθης, Σεύθου υἱός· συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθήνους, καὶ γάμον Εβρου τοῦ ποταμοῦ καὶ καθαρμοὺς καὶ θεογονίαν. Αβασ. σοφιστὴς ἱστορικὰ ὑπομνήματα καὶ τέχνην ῥητορικὴν καταλιπών. ̓Αβάσκανοσ. ἀψευδής· ἀνεπίφθονος. ὁ δὲ μάρτυς ἀβάσκανος γίνεται πρὸς Καίσαρα τῶν ̓Αντιπάτρου κατορθωμάτων. ̓Αβδίου· ̓Αβιά· ̓Αβιαθάρ· ̓Αβρέας· ̓Αβ νοτειχίστης· ̓Αβριόρηξ· ̓Αβριλιανὸς καὶ ̓Αβρήλιοσ. ὀνόματα κύρια. ̓Αβέβαιοσ. ὁ μὴ πάγιος. ̓Αβελτεροκόκυξ. ὁ κενὸς καὶ ἀβέλτερος· βέλτερος γὰρ ὁ φρόνιμος. ̓Αβήσ. ὁ ἀσύνετος. ̓Αβιαδηνόσ. ὁ ἀπὸ πόλεως ̓Αβιαδηνῆς. ̓Αβιάσ. υἱὸς ̔Ροβοὰμ, τοῦ υἱοῦ Σολομῶντος, ος ἐπολέμησεν ̔Ιεροβοὰμ τῷ δούλῳ τοῦ Σολομῶνalpha.6 τος, καὶ ἀνεῖλεν ανδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ αφ. ̓Αβίβασ. ονομα