ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI ΜOΝAΡΧIAΣ.
Τῆς ἀνθρωπίνης φύσεως τὸ κατ' ἀρχὴν συζυγίαν συν έσεως καὶ σωτηρίας λαβούσης εἰς ἐπίγνωσιν ἀληθείας θρη σκείας τε τῆς εἰς τὸν ἕνα καὶ πάντων δεσπότην, παρεισδῦσα εἰς εἰδωλοποιΐας ἐξέτρεψε βασκανία τὸ ὑπερβάλλον τῆς τῶν ἀνθρώπων μεγαλειότητος, καὶ πολλῷ χρόνῳ μεῖναν τὸ περισ σὸν ἔθος ὡς οἰκείαν καὶ ἀληθῆ τὴν πλάνην τοῖς πολλοῖς παρα δίδωσι. Φιλανθρώπου δὲ ἢ μᾶλλον φιλοθέου ἔργον ἐστὶν ὑπομνῆσαι τοὺς ἅπερ ὤφελον εἰδέναι παραλελοιπότας. Ἠν μὲν γὰρ καθ' ἑαυτὴν ἀρκετὴ ἡ ἀλήθεια δεικνύναι ἐκ τῶν συν εχομένων ὑπὸ τὸν πόλον τὴν τοῦ δημιουργήσαντος ταῦτα τάξιν, λήθη δὲ διὰ τὸ μακρόθυμον τοῦ θεοῦ περικρατήσασα τῆς τῶν ἀνθρώπων γνώμης ἐρᾳδιούργησε, τὸ μόνῳ τῷ ὄντως θεῷ πρέ πον ὄνομα ἐπὶ θνητοὺς μεταφέρουσα. Καὶ δι' ὀλίγων νομὴν πονηρίας ἔσχον οἱ πολλοί, ἀμαυρούμενοι τῇ εἰς τὸ βέβαιον καὶ ἄτρεπτον γνώσει ὀχλικῇ συνηθείᾳ· οἱ μὲν γὰρ τὸ κατ' ἀρχὴν εἰς τιμὴν τῶν ὑπερεχόντων τελετὰς καὶ λειτουργίας τελοῦντες ἀμνηστίαν τοῖς μετ' αὐτοὺς τῆς καθολικῆς δόξης ἐνέβαλον. Ἐγὼ δέ, ὡς μικρῷ πρόσθεν ὑπέστην, φιλοθέῳ τῇ γνώμῃ κεχρημένος φιλανθρώπῳ χρήσομαι τῇ φωνῇ, καὶ παρίστημι τοῖς γε νοῦν ἔχουσι, δέον ὑπάρχειν πᾶσι τοῖς κεχρημένοις τῇ τῶν ὅλων διοικήσει, ἄτρεπτον ἔχειν τὴν εἰς τὸν πάντων γνώ στην θρησκείαν. Τοῦτο δὲ οὐ λόγῳ καλλωπίζων φράσω, ἀπο δείξει δὲ τῇ ἐκ τῶν κατὰ τὸ παλαιὸν εἰς τὸ παντελὲς τῆς ἑλληνικῆς ἱστορίας ποιήσει κεχρημένος, ἐκ τῶν πᾶσι κοινῇ δε δομένων γραμμάτων· ἐξ ὧν γὰρ οἱ πάνυ τῆς τῶν εἰδώλων θρησκείας νόμον τοῖς πολλοῖς παρέδοσαν, μαθόντες ἐξ αὐτῶν ἀγνῶτες νοῦ ἐλεγχθήσονται ὑπὸ τῶν παρ' αὐτοῖς ποιητῶν καὶ μελογράφων. Πρῶτος μὲν γὰρ Aἰσχύλος, τὴν τῶν καθ' ἑαυτὸν λό γων σύνταξιν ἐκθείς, καὶ τὴν περὶ θεοῦ τοῦ μόνου ἐξήνεγκε φωνήν, ὡς λέγει· Χώριζε θνητῶν τὸν θεόν, καὶ μὴ δόκει Ὅμοιον αὑτῷ σάρκινον καθεστάναι. Oὐκ οἶσθα δ' αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται Ἄπλατος ὁρμή, ποτὲ δ' ὕδωρ, ποτὲ γνόφος· Καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, Ἀνέμῳ, νεφέλῃ τε κἀστραπῇ, βροντῇ, βροχῇ. Ὑπηρετεῖ δ' αὐτῷ θάλασσα καὶ πέτραι Καὶ πᾶσα πηγὴ χὔδατος συστήματα· Τρέμει δ' ὄρη καὶ γαῖα καὶ πελώριος Βυθὸς θαλάσσης κὠρέων ὕψος μέγα, Ὅταν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. Πάντα δύναται γάρ· δόξα δ' ὑψίστου θεοῦ. Oὐ μόνον δὲ οὗτος τὴν περὶ θεοῦ ἐμυήθη γνῶσιν, ἀλλὰ καὶ Σοφοκλῆς τὴν τοῦ μόνου ποιητοῦ τῶν ὅλων καὶ ἑνὸς θεοῦ ἱστο