EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.
Ἱκανῶς τὸν κατὰ Ἰουδαίων καὶ Ἑλλήνων ἐπελθόντες ἔλεγχον, ἀκολούθως αὖθις τὸν ὑγιᾶ τῆς πίστεως ἐκτιθέμεθα λόγον. Ἐχρῆν γὰρ δήπου μετὰ τὴν τῆς ἀληθείας ἐπίδειξιν, ὅπως καὶ φρονεῖν περὶ αὐτῆς προσῆκεν, προϊόντας εἰδέναι. Oὐ γὰρ ἁπλῶς ἡ πρὸς τὸν πατέρα καὶ υἱὸν δοξολογία τὴν σωτηρίαν ἡμῖν πορίζει, ἀλλ' ἡ ὑγιὴς τῆς τριάδος ὁμολογία τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν τὴν ἀπόλαυσιν δωρεῖ ται· ἐπεὶ καὶ τῶν ἑτεροφρόνων ἀκούσεταί τις τὸν πατέρα καὶ υἱὸν ἀνυμνούντων, ἀλλ' οὐ κατ' ὀρθὴν ἔννοιαν τὸ σέβας προσαγόντων. Ὅθεν ἀναγκαίως ἡμῖν ἡ τοῦδε τοῦ γράμματος ἐδέησεν ἔκθεσις, εἰς τὴν ἀκραιφνῆ τῆς ἀληθείας ἀνάγουσα τοὺς ἐντυγχάνοντας κατανόησιν. Ἕνα τοίνυν θεὸν σέβειν ἡμᾶς αἵ τε θεῖαι γραφαὶ δι δάσκουσιν καὶ αἱ τῶν πατέρων διδασκαλίαι παιδεύουσιν. ∆εῖ γὰρ ἕνα πάντων αἰτιώτατον εἶναι, ἵνα μηδὲν ἔξωθεν περιστὰν λυμαίνηται τὰ γινόμενα. Καὶ γὰρ εἴ τι τὴν ἀρχὴν ἔξωθεν ἦν τοῦ θεοῦ, τοῦτο πάντως ἀναγκαῖον ἢ θεὸν ὁμολο γεῖν ἢ δύναμιν ἑτέραν. Ἀλλ' εἰ μὲν θεὸν εἴποι τις, διέ γραψεν τὰς θείας φωνὰς ἀναφανδὸν βοώσας· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. Eἰ δὲ οὐ θεόν, ἀγγέλους ἢ δυνάμεις φήσειεν δηλονότι. Ἀλλὰ καὶ οὕτως ἀθετήσει τὰς γραφὰς παρὰ τοῦ θεοῦ καὶ τούτους γενέσθαι λεγούσας. Aἰνεῖτε γάρ, φησίν, τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ! Καὶ ἑξῆς· Ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Oὐκοῦν ὁμολογούμενον ἂν εἴη μηδὲν τὴν ἀρχὴν τῷ θεῷ τῶν ὅλων συνυπάρχειν, ἐπείπερ ἅπαντα παρῆχθαι παρ' αὐτοῦ ἀπεδείχθη. Eἷς οὖν ταῖς ἀληθείαις ἐστὶν ὁ τῶν ἁπάντων θεός, ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ γνωριζόμενος. Ἐπεὶ γὰρ ἐκ τῆς ἰδίας οὐσίας ὁ πατὴρ τὸν υἱὸν ἀπεγέννησεν, ἐκ δὲ τῆς αὐτῆς τὸ πνεῦμα προήγαγεν, εἰκότως ἂν τῆς αὐτῆς καὶ μιᾶς οὐσίας μετέχοντα τῆς αὐτῆς καὶ μιᾶς θεότητος ἠξίωνται. Πῶς οὖν, φησίν, εἰ διαφέρει τὸ γεννῶν τοῦ γεννω μένου καὶ τὸ ἐκπορευτὸν τοῦ ἀφ' οὗπερ ἐκπορεύεται (ἔστιν δὲ ὁ πατὴρ ἀγέννητος, ἀφ' οὗ καὶ ὁ υἱὸς γεγέννηται καὶ τὸ πνεῦμα προῆλθεν), ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα; Ὅτι τὸ μὲν ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας ὀνόματα, ἀλλὰ τρόποι ὑπάρξεως· οἱ δὲ τῆς ὑπάρξεως τρό ποι τοῖς ὀνόμασιν χαρακτηρίζονται τούτοις. Ἡ δὲ τῆς οὐσίας δήλωσις τῇ θεὸς ὀνομασίᾳ σημαίνεται, ὡς εἶναι μὲν τὴν διαφορὰν τῷ πατρὶ πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν τῆς ὑπάρξεως τρόπον, τὸ δὲ ταὐτὸν κατὰ τὸν τῆς οὐσίας λό γον. Ἠι γὰρ ὁ μὲν ἀγεννήτως ἔχει τὸ εἶναι, ὁ δὲ γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκεν·
ᾗ δὲ τῆς ὑποστάσεως αὐτοῦ τὸ κατ' οὐσίαν εἶναι σημαίνεται,