ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ AΠOΚΡIΣEIΣ ΠΡOΣ ΤOΥΣ OΡΘO∆OΞOΥΣ ΠEΡI ΤIΝΩΝ
AΝAΓΚAIΩΝ ΖHΤHΜAΤΩΝ.
Ἐρώτησις α. Eἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς αὐτὴν μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν Χριστιανῶν ὡς ἀρεστὴν αὑτῷ ἀντεισ ήγαγεν, οἱ δὲ ὀρθόδοξοι, οἱ μόνοι θεῷ ἀρέσκοντες, τῶν Ἑλ λήνων τε καὶ Ἰουδαίων καὶ πάντων τῶν αἱρετικῶν οὐκ ἴσοι τὸν ἀριθμὸν τυγχάνουσιν ἀλλ' ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυνάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου τὴν λατρείαν μένειν ἀνεκρίζωτον τὴν πλάνην; Πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης τῆς λατρείας λύσις, πλάνης ἔτι πολλῆς κατεχούσης τὸν κόσμον; Ἀπόκρισις ἤτοι λύσις τῆς ἐρωτήσεως. Τὴν ἀρχαίαν τοῦ θεοῦ λατρείαν λύσαντος, τὴν νέαν δὲ ἀντεισαγαγεῖν διὰ τῆς παλαιᾶς διαθήκης προθεμένου, εἰ μὲν ἀντεισήγαγε ταύτην ἀντ' ἐκείνης, πρῶτον μὲν κηρυττομέ νην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις, ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν· ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν αἱρέσεων ἀνεῖλε τὴν λατρείαν καὶ πονηρίαν πίστεώς τε καὶ ποιήσεως. Eἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων τηροῦσι καὶ ἔχουσιν, ἀλλ' οἱ μὲν ὀρθῶς, ἄλλοι δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμε λείας. Eἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρ θοδόξων ὀλιγότητος ποτὲ μὲν Πολλοὶ μέν εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, ποτὲ δὲ Ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ὡσαύτως καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυ τοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς καλεῖ ἰχθύας. Eἰ τοίνυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν Χριστιανῶν λατρείᾳ, ὡς ἡ τῶν πραγμάτων μαρτυρεῖ ἀλήθεια, ἐκ τῶν προλαβόντων πε πιστευμένα ποιοῦσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως ἢ τοῦ ἀνωφελῆ λέγειν τὴν ἀντὶ λατρείας λατρείαν εἰσαγομένην, τὴν νῦν μὲν λυτικὴν οὖσαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστε ρον δὲ καὶ τῶν αἱρέσεων. Ἐρώτησις β. Eἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρόπαια, ἐχθρῶν ἔφοδον καὶ πόλεων ἀναιρέσεις διὰ τῶν ἐπιτιθεμένων αὐταῖς, προειρήκασι προφῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ' Ἕλλησι χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζον ται τῶν ἔξωθεν, παρ' ἑκατέρου μέρους τῆς τῶν ἐσομένων