ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ
περὶ τοῦ ἀσωμάτου καὶ περὶ τοῦ θεοῦ καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν. α. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον, καὶ εἰ ἔστιν ἀσώ ματον; β. Πόθεν δῆλον ὅτι αὐτὸ ἐφ' ἑαυτοῦ δύναται εἶναι ἐκτὸς σώματος, καὶ εἰ ἔστιν αὐτὸ ἐφ' ἑαυτοῦ ἀσώματον; γ. Πόθεν δῆλον εἰ ἔστι κάλλιον τὸ ἀσώματον τοῦ σώμα τος, καὶ εἰ οὐ κάλλιον τὸ ἀσώματον τοῦ σώματος; δ. Τί ἐστι τὸ ἀσώματον, πότερον ψυχὴ ἢ κρεῖττον ψυ χῆς, οἷον θεός; ε. Καὶ τίνι διαφέρει ψυχὴ θεοῦ; . Καὶ πόθεν δῆλον εἰ ὅλως ἔστι θεός; ζ. Καὶ εἰ ἔστι θεός, ζητητέον εἴτε ποιεῖ εἴτε ἐποίησέ ποτε εἴτε καὶ μέλλει ποιεῖν τὸ ὅ τί ποτε; η. Καὶ εἴτε ἐποίησεν εἴτε ποιεῖ εἴτε ποιήσει; θ. Καὶ τί ποιεῖ καὶ πῶς ποιεῖ, εἴτε μετὰ βουλῆς εἴτε καὶ ἄνευ βουλῆς; ι. Καὶ εἰ μετὰ βουλῆς, ὀργάνῳ κεχρημένος ἢ ἄνευ ὀρ γάνου; ια. Καὶ εἰ ἄνευ βουλῆς, πότερον ἀλόγως ποιεῖ ἄνευ δια νοίας καὶ ἐπισκέψεως ἢ μετά τινος ἐπικρίσεως; ιβ. Καὶ εἰ μετὰ ἐπικρίσεως, τίνος ἐνδείᾳ ἐπικρίσεως δεῖ ται; Eἰ δὲ ἀκρίτως, ποίῳ τῷ λόγῳ διερευνητέον. ιγ. Καὶ εἰ δοίημεν γίνεσθαί τι παρ' αὐτοῦ, πότερον τὸ γινόμενον ἄφθαρτον ἢ φθαρτόν; Καὶ εἰ μὲν ἄφθαρτον, ἀπο ροῦμεν εἰ τὸ ὅλως γενητὸν ἄφθαρτον δύναται εἶναι καὶ ποίῳ τῷ λόγῳ; Καὶ εἰ φθείρεται, τί διαφέρει τὰ τοῦ ἀθανάτου ἔργα τῶν ἀνθρωπίνων; Καὶ γὰρ πολλαπλασίονα χρόνον πολ λάκις πολλὰ τούτων διαμένει, τοῦ ποιήσαντος αὐτοῦ φθαρέν τος, αὐτὰ ἄφθαρτα ὄντα, ὡς ἐπ' οἰκοδομῶν ἔστιν ἰδεῖν καὶ τῶν τοιούτων. ιδ. Καὶ εἰ φθείρεται τὸ γινόμενον παρὰ τοῦ θεοῦ, τίνος κακίᾳ φθείρεται, τοῦ ποιήσαντος ἢ τοῦ γεγονότος ἤ τινος ἔξω θεν ὑπεναντίου γινομένου τῷ ποιήσαντι; Ὅ τι δ' ἂν αὐτῶν ὑποθώμεθα, δῆλον ὅτι τοῦ ποιήσαντος ἡ κακία. Eἴτε γὰρ τὸ γεγονὸς διά τινα ἔμφυτον ἑαυτοῦ κακίαν ὀφείλει φθαρῆναι, ὁ ποιήσας αἴτιος, ὅτι τοιοῦτον αὐτὸ ἐποίησεν, ὥστε ὑπολιμπά νεσθαι ἐν αὐτῷ κακόν τι· εἴτε ἔξωθέν ἐστί τι ὑπεναντίον τῷ ποιήσαντι, καὶ οὕτως κακίᾳ τοῦ πεποιηκότος, διὰ τὸ μὴ δύ νασθαι κατακρατεῖν τῶν ἐναντίων· εἴτε ἐκ τοῦ ποιήσαντος ἡ κακία, πρόδηλον ὡς αὐτὸς ὁ κακός. Ταῦτα μὲν περὶ τούτων τέως ἐκ πολλῶν ὀλίγα· εἰ γὰρ ἐθέλομεν, ζητητέον καὶ τί ἐστι σῶμα καὶ ἐκ τίνων τὸ σῶμα, καὶ τὰς ἐπὶ τούτοις ἀπορίας. Ταῦτα δὲ τέως ἐάσαντες, ὡς ἐνούντων μηδὲν τῶν ἀπόρων, ζητοῦμεν τῶν γενναιοτέρων ἕν τι θαύματος ἀξιούμενον ἀπὸ τῶν περὶ τῆς ἀναστάσεως λόγων· ἓν γάρ τι τῶν οὐκ εὐτε