1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

De extremo Thessalonicensi excidio narratio

ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ ∆ιήγησις περὶ τῆς τελευταίας ἁλώσεως τῆς Θεσσαλονίκης συντεθεῖσα πρός τινα τῶν ἀξιολόγων, πολλάκις

αἰτήσαντα περὶ ταύτης, ἐν ἐπιτόμῳ. 1 Πολλὰ μὲν ἡμῖν πολλάκις καὶ ἄλλα τὸ τῆς ψυχῆς σου φιλόπονον ἀριδήλως

ἐγνώρισεν, ἀνδρῶν ἄριστε καὶ φιλομαθέστατε, οὐχ ἧττον δὲ καὶ ἡ πρὸς τὴν διήγησιν τῶν ἤδη τῇ περιφανεῖ τὸ πρότερον πόλει Θεσσαλονίκῃ συμβεβηκότων σπουδή σου καὶ τὸ λόγοις ἡμᾶς συνετῶς ἄγαν ἔχουσι διεγεῖραι, ταύτην ὡς ἂν ἐπίδηλόν σοι κατὰ δύναμιν θέσθαι τὴν ἡμετέραν σπουδάσωμεν καὶ ὥσπερ ὑπ' ὄψιν ἀγάγωμεν. ∆είκνυσι γάρ σου περιφανῶς τὴν ψυχήν, περὶ τὴν τῶν ἀναγκαίων ὅπως μάθησιν ἔχει καὶ ὡς ἐκ τοῦ προσέχειν ἱστορίαις καὶ λόγοις, οἷς ἄνθρωποι πρὸς τὰ κρείττω σαφῶς μετατίθενται, τῶν μελλόντων ὅλη καὶ μὴ μεθισταμένων καθίσταται. Πλὴν ἀλλ' οὕτω θαυμασίας οὔσης γε τῆς σπουδῆς, ἐκεῖνο πᾶς ὁστισοῦν εὖ φρονῶν, οἶμαι, τῶν οὐκ ἐπαινουμένων ἂν οἰηθείη, ὅτι γε τοὺς εἰς ἄκρον δυνάμεως λόγων ἐληλακότας παραδραμὼν καὶ προὔργου παντὸς τὸ λογογραφεῖν ἀεὶ ποιουμένους, ἐμοὶ τὴν τοσαύτην ἐγχείρησιν ἀπερισκέπτως ἀνέθου, νωθρότητι διανοίας ἀμαθῶς ἀληθῶς ἔχοντι περὶ λόγους καὶ πρὸς πᾶσαν ἡντινοῦν ἀγαθῶν κτῆσιν ῥαθυμοῦντι καθάπαξ. Καὶ ταὐτόν, οἶμαι, πέπονθας ταῖς μελίσσαις, ὅτε τὰς ἀρχὰς ζητεῖν τοῦ μέλιτος κατεπείγονται· παρατρέχουσι μὲν γάρ, ὥς φασι, τῶν ἀνθέων τὰ εὔοσμα, ἐφίπτανται δὲ τῷ θύμῳ, φυτῷ δριμύτητος γέμοντι καὶ λίαν ἀνόσμῳ. Ἀλλὰ δεινὸν ἡ φιλία, πάντας ἁπλῶς τοὺς ἐνισχυμένους γε ταύτῃ πάντα καὶ λέγειν ὑπὲρ τῶν φίλων καὶ πράττειν πρὸς βίαν κινοῦσα, τὸν παρὰ τῶν πολλῶν ἔπαινον αὐτοῖς προξενεῖν εἰωθυῖα. Τοῦτο γὰρ ἦν τὸ καὶ σὲ τοσοῦτον ἡμᾶς ἀναπεῖσαι καταναγκάσαν, τὴν ἐκ τῶν ἀκουόντων ἡμῖν εὐφημίαν ἴσως προσγενέσθαι βεβουλημένον, κἀντεῦθεν τῇ φιλίᾳ χαρίσασθαι. Ἐγὼ μὲν οὗν βουλοίμην ἂν τὴν σιωπὴν ὡς ἀκίνδυνον μᾶλλον ἑλέσθαι καὶ τὴν παροῦσαν ὑπόθεσιν ὡς τὴν ἐμὴν ὑπερβαίνουσαν δύναμιν παραιτήσασθαι πάνυ δικαίως. Λαβὼν δ' ἐπὶ νοῦν τῆς ἀπειθείας τὸν κίνδυνον ὅσος καὶ διὰ τοῦτ' εἰς ἀνάγκην συνελαθεὶς ἀπαραίτητον, δεῖν ᾤμην ἕτοιμον ἐμαυτὸν παρασχεῖν σου τῇ ἀξιώσει καί σου τοὐπίταγμα πεπληρωκέναι ὡς δύναμις. Κἀπειδήπερ ἐπικλινὴς ἐγὼ καὶ εὐγνώμων πρὸς τὸ ζητούμενον ὤφθην σοι καὶ σὴν χάριν, ὧν οὐκ ἐβουλόμην κατατετολμηκέναι προῄρημαι, δίκαιον ἂν εἴη καὶ σὲ τῆς ἐγχειρήσεως ταύτης ἡμῖν ταῖς εὐχαῖς συνεφάψασθαι, ἵν' ὁδηγηθέντες καὶ δύναμιν ἐσχηκότες λόγου καὶ διανοίας ὀξύτητα, τῆς σῆς φανῶμεν ἄξιον ἐπιθυμίας ἐργάσασθαι καὶ μηδὲ τὴν ὑπόθεσιν καθυβρίσωμεν. Παρακαλῶ δὲ καὶ πάντας τοὺς ἐντευξομένους τῷ πάσης ἀμουσίας πεπληρωμένῳ τῷδε συγγράμματι συγγνώμην ἡμῖν παρασχεῖν ἐξ ἑτοίμου, τὴν ἡμετέραν εὐπείθειαν ἀποδεξαμένους. Οὐ γὰρ δυνάμει λόγων τεθαρρηκότες ἐπὶ τοῦτο προήγμεθα, ἵνα καὶ μέμψιν σχῶμεν δικαίως παρὰ τοῦ βουλομένου παντὸς (πολλοῦ γε καὶ γὰρ δέομεν τοῦ λόγους εἰδέναι καὶ τούτοις γε χρῆσθαι κατ' ἐπιστήμην θαρρεῖν), τῇ δ' ἐπιταγῇ τοῦ προστεταχότος ἡμῖν καὶ τῷ μὴ μέμψιν ἔχειν, εἴ τις τὴν ἑαυτοῦ πρός τι τῶν ἀναγκαίων ἐνδείκνυται δύναμιν, ἀνέγκλητον εἶναι, οἰόμενοι πανταχοῦ τὸ πάνθ' ὁντινοῦν μὴ πρὸς ἐπίδειξιν, πρὸς δὲ τὸ μὴ τάφῳ σιγῆς παραπέμπεσθαι τὰ πρὸς ἀκρόασιν ἄξια, τοῖς κατὰ δύναμιν ἐγχειρεῖν λόγοις ἑκάστοτε. Ποιήσομαι δὲ τὸν λόγον ἁπλοῦν τε καὶ εὔληπτον, ἀλλὰ