1
De expugnatione Thessalonicae
ΙΩΑΝΝΟΥ ΚΛΗΡΙΚΟΥ ΚΑΙ ΚΟΥΒΟΥΚΛΕΙΣΙΟΥ ΤΟΥ ΚΑΜΙΝΙΑΤΟΥ ΕΙΣ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
1.1 Ὡς ἀρίστη τῶν ἀγαθῶν ἡ φιλοπονία καὶ πάσης ἀρετῆς κτῆσιν ἐν ἑαυτῇ μαρτυροῦσα. 1.2 σοῦ δὲ μετὰ τῶν ἄλλων πλεονεκτημάτων ἔκδηλον καὶ ἐν τούτῳ καθέστηκε τὸ φιλόπονον, ὦ ἀνδρῶν βέλτιστε καὶ πολυμαθέστατε Γρηγόριε, οἷς τε πρὸς ἡμᾶς γράφεις καὶ οἷς παρ' ἡμῶν ἐπιζητεῖς διὰ γραμμάτων μαθεῖν. 1.3 οὐκ ὀλίγης γὰρ ἀρετῆς καὶ φιλοπόνου σπουδῆς ἐπίδειξιν ἔχει τὸ πολλῶν ἐθέλειν εἰληφέναι πραγμάτων γνῶσιν, καὶ μάλιστα δι' ὧν ψυχὴ τὸν θεῖον φόβον ἐγκυμονεῖ καὶ οἷον χρειώδεις τινὰς ἀφορμὰς ἐκ τούτου τῷ θεωρητικῷ μέρει τοῦ νοὸς ἐμβιβάζει, ἐξ ὧν διδάσκεται τῆς μὲν ἁμαρτίας ἐκκλίνειν ὡς δημιουργοῦ τοῦ θανάτου, ἔχεσθαι δὲ τῆς ἀρετῆς, ἧς τὸ τέλος ζωὴ αἰώνιος τοῖς αἱρουμένοις αὐτήν. 1.4 ἐγὼ δὲ τὴν ἐπιταγὴν πληρώσειν ἀναβαλέσθαι τέως ἐδόκουν δυοῖν ἕνεκεν, τό τε πρὸς σὲ περὶ τοιούτων γράφειν ἐπαχθὲς κρίνων, ἄνδρα τοσοῦτον, οὗ λόγοι μὲν τὰς πράξεις ἰθύνουσι, πράξεις δὲ συμφωνοῦσαι τοῖς λόγοις τὸ ἀκριβὲς ἀλλήλοις ἀντιδιδόασιν (ἤδη γὰρ ἡ φήμη βοᾷ τὴν σὴν ἐν ἅπασι τελειότητα, καὶ σιωπῶντα ταῖς ἡμετέραις ἐγνώρισεν ἀκοαῖς), καὶ τὸ μηδὲν δύνασθαι περὶ ὧν τὴν ζήτησιν ἐποιήσω καλῶς ἐξηγήσασθαι, τὴν οἰκείαν ἀμαθίαν ὡς εὐπρόσωπον προβαλλόμενος ἀπολογίαν, ὥστε μὴ καθυβρίσαι μηδὲ σμικρῦναι τῷ λόγῳ τὸ περιφανὲς τῶν παρὰ σοῦ ζητηθέντων πραγμάτων, καὶ πραγμάτων ἐκείνων τῶν μικροῦ δεῖν ἅπασαν πληρωσάντων τῇ ἀκοῇ τὴν ὑφ' ἥλιον. 1.5 ἀλλ' ἐπειδὴ καὶ τοῦτό μοι μετὰ τῶν ἤδη λεχθέντων ἐπῆλθε, μὴ πρὸς τοῖς ἄλλοις ὀφλήμασι καὶ παρακοῆς ἀπαιτηθείην δίκας, τἆλλα μὲν φύσει δεινοῦ πάθους καὶ ὀλεθρίου, καὶ αὐτοῦ δὲ τοῦ θείου νόμου περιφρονῆσαι τοὺς γενάρχας ἡμῶν ἐξ ἀρχῆς ἀναπείσαντος, ἥκω πληρώσων τὸ αἰτηθέν, τῇ σῇ θαρρήσας εὐγνώμονι καὶ συμπαθεστάτῃ φιλίᾳ. 1.6 εὖ γὰρ οἶδα μήτε ταῖς τεχνικαῖς μεθόδοις μήτε μὴν ταῖς ἐπιστημονικαῖς τρυτάναις τῆς σῆς ἀκραιφνοῦς καὶ μεγάλης σοφίας τὸ ἀκαλλὲς τοῦ τῇδε λόγου καὶ ἀνάρμοστον ἢ τῶν λεγομένων τὸν νοῦν ἀποδοκιμάζεσθαι, ἀληθῆ δὲ μᾶλλον καὶ παντὸς ἀλλοτρίαν καὶ ψεύδους καὶ πλάσματος τὴν τῶν ῥηθησομένων προβαίνουσαν συγγραφὴν ἁπάσης μέμψεως ἀπολύεσθαι. 2.1 Ἐζήτησας μαθεῖν διὰ τῆς ἐπιστολῆς τὸν τρόπον δι' ὃν τὴν φρουρὰν οἰκοῦμεν βαρβάρων χερσὶν ἐκδοθέντες, καὶ πῶς τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας διημειψάμεθα, ποίας τέ ἐσμεν πατρίδος, καὶ τίνα τὰ κατ' αὐτήν. 2.2 τεκμαίρεσθαι γὰρ ἔφης ἐκ τῆς μικρᾶς ἐκείνης ὁμιλίας, δι' ἧς παροδεύοντί σοι τὴν Τρίπολιν ὀλίγον συνεγενόμεθα, πλήρεις μὲν ὄντας ἡμᾶς μακρᾶς ἐξηγήσεως, μεγάλα δέ τινα καὶ πάσης τραγῳδίας ἐπέκεινα τά τε ἤδη συμβεβηκότα ἡμῖν καὶ τὰ ἐς ὕστερον προσδοκώμενα. 2.3 καὶ γὰρ ἔτυχες τότε καὶ αὐτὸς ἀλητεύων κατὰ τὴν αὐτὴν ἡμῶν συμφοράν, καί τισιν αἰχμαλώτοις ἐκεῖσε συνεπαγόμενος, οὓς ἔλεγες ὁμοπατρίους εἶναί σοι Καππαδόκας, μεθ' ὧν καὶ τὴν πρὸς Ἀντιόχου πόλιν ἐστέλλου, μηδαμοῦ στῆναι τῶν ἀλγεινῶν ἐξηγούμενος· 2.4 ὁπότε καὶ ἡμᾶς ἑώρας, ὡς καὶ αὐτὸς μαρτυρεῖς, τό τε νεαρὸν τοῦ πένθους ἔχοντας καὶ τὰ ἴχνη τοῦ προλαβόντος φόβου τοῖς προσώποις ἡμῶν ἐγκαθήμενα, ὡς καὶ σιωπῶντας βοᾶν τὴν συμφορὰν ἐκ τοῦ χρώματος. 2.5 ἀλλὰ περὶ τούτων εἰ καθ' ἕκαστον ἐπεξιέναι βουληθείην, μακρὸν ἂν εἴη καὶ τῇ χρείᾳ μὴ κατάλληλον τὸν λόγον ποιήσομαι, τῆς συμμετρίας τὸν νόμον καθυπερβαίνων, ἵνα μὴ λέγω ὅτι καὶ τὴν σὴν ἀρρᾴθυμον ἀκοὴν ἀποκναίσω, εἰ καὶ ὅτι δι' ἐφέσεως ἔχεις τοῖς λεγομένοις ἐπακροάσασθαι. 2.6 ἀλλ' ἐπειδὴ τοίνυν τοῦτο κατ' ἀρχὰς ὑπέσχου, τὸ νουνεχῶς ἀκούειν, ἄρχομαι τῶν καθ' ἡμᾶς ὧδε. 3.1 Ἡμεῖς, ὦ φίλος, πατρίδος ἐσμὲν Θεσσαλονίκης· αὐτὴν γὰρ πρώτην γνωριοῦμαί σοι, δι' ἧς