Adversus Manichaeos (homilia 1)

 περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴ

 ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς

 ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸ

 κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιε

 

Adversus Manichaeos (homilia 1)

ΙΩΑΝΝΟΥ ΑΠΟ ΓΡΑΜΜΑΤΙΚΩΝ ΟΜΙΛΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΥΣ 1. Καλὸν ἦν, ἀγαπητοί, τὴν εἰς οὐρανοὺς ἄνοδον ὑμῖν ὑποδει- κνύναι τῷ λόγῳ τε καὶ διαγράφειν πολιτείαν ἣν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς διετάξατο καὶ οὕτως ὑμᾶς, ὡς τοὺς ἀγαθοὺς τῶν ἀθλητῶν οἱ παιδοτρίβαι, τοῖς τῆς ἀρετῆς παλαίσμασι παρα- πέμπειν. Τοιούτοις γὰρ εἴωθεν ἡ ἐκκλησία τοὺς ἑαυτῆς θιασώτας | ὑπαλείφειν διδάγμασιν. Ἀλλ' ἐπειδή τινες τῆς τοῦ Μάνεντος ἐμφορηθέντες μανίας διορύττειν καὶ τοὺς τῆς ἐκκλησίας διασα- λεύειν τροφίμους ἐπιχειροῦσι, τῷ σίτῳ παραμιγνύντες ζιζάνια καὶ τοῖς ὀρθοῖς δόγμασι τῶν ἀποστόλων ὑποσπείροντες γέλωτος πλήρεις μυθολογίας, τῆς ὑμῶν ἕνεκεν ἀσφαλείας ὡς ἐν βραχεῖ τὸν πρὸς ἐκείνους πόλεμον ἀναδέξομαι καὶ τὰς ἀκάνθας προρρί- ζους ἀνασπῶν ἐλεύθερον ἀσεβείας τῆς ἐκκλησίας ἀναδείξω τὸ λήϊον. 2. Πολλάκις μὲν κατὰ τῆς τοῦ Χριστοῦ ποίμνης ὁ μισόκαλος δαίμων εἰσεκώμασεν ἀναρριπίζων κατὰ τῆς εὐσεβείας ψευδῶν δογμάτων εἰσηγητάς, οἷος ἦν Σίμων τε καὶ Μαρκίων καὶ ὅσοι τῆς ἐκείνων τε καὶ μετ' ἐκείνους τερατολογίας τε καὶ ψευδο- δοξίας μιμηταὶ πάλαι πεφήνασιν. Ἀλλ' ἐκείνων μὲν ἀπέσβη τὰ παμμίαρα δόγματα καὶ τῶν μύθων ὁ λῆρος καὶ ὅσα πρὸς ἀσέβειαν ἠκονημέναις γλώσσαις καὶ θεομάχοις ἐφθέγξαντο. Ἡ δὲ τῶν Μανιχαίων ἄθεσμος αἵρεσις ἐκεῖθεν ἔχουσα τὰς ἀρχὰς ἔτι πικρὸν ἰὸν ἀνερεύγεται τῷ ζῶντι θεῷ καὶ τοῖς οὐσιωδῶς ὑφεστῶσι τὴν τῶν ἀνυπάρκτων ἀντιτιθεῖσα ματαιότητα· ὕλην γὰρ ἀντιστρατεύει τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ καὶ τὸ σκότος ἀντιπαρα- τάττει τῇ φαιδρότητι τοῦ φωτὸς καὶ τῷ ἀγαθῷ τὸ κακὸν ἰσόρρο- πον εἶναί φησιν, τὸ μόνον ἐν ἀνοσίοις πράξεσι γνωριζόμενον. Φέρε τοίνυν τῇ τοῦ θεοῦ λόγου πανοπλίᾳ χρησάμενοι τὸ μέγιστον τῶν παρ' αὐτοῖς ἀθέων δογμάτων ὀχύρωμα κατασπάσωμεν, τὴν ἑτέραν τῆς αὐτῶν ἀσεβείας ὑπερβάντες ἀδολεσχίαν καὶ ὅσα μυθικῶς ἡμῖν ἀναπλάττουσιν. Τοῦ γὰρ παρ' αὐτοῖς πύργου κα- θαιρεθέντος, εὐεπίβατος ἔσται τῶν λοιπῶν δογμάτων, μᾶλλον δὲ βλασφημίας, καὶ τοῖς ἄγαν ἀμαθέσιν ἡ διάγνωσις. 3. Φασὶ τοίνυν οἱ πάσης ἀσεβείας ἐφευρεταὶ ὅτι ἄναρχος, ζῶσά τε καὶ ἀγένητος ὑπῆρχεν ἡ ὕλη. Πρὸς οὕς ἐστιν οὕτως ἀπαντῆσαι τῷ λόγῳ· Πᾶν ὅπερ οὐσιωδῶς ὑφέστηκεν ἢ σῶμα ἢ ἀσώματον ἢ ἐξ ἀμφοῖν τούτων καθ' ἕνωσίν ἐστι γεγονός. Καὶ ἀσώματοι μὲν αἱ νοεραί τε καὶ λογικαὶ φύσεις, σώματα δὲ τὰ ἐκ στοιχείων συνεστηκότα· ἐξ ἑκατέρας δὲ τούτων οὐσίας τὸ τῶν ἀνθρώπων ὑφέστηκε γένος. Τὰ γὰρ παρὰ ταῦτα, οἷον πικρότης τε καὶ γλυκύτης καὶ ὅσα διὰ χρωμάτων ὁρᾶται ἢ γνωρίζεται, τῷ ποσῷ ἢ πρός τι τυγχάνει ἢ διὰ πράξεων ἐπιτελεῖται· ἀνυπόστατα πέφυκε καθ' ἑαυτὰ καὶ ἄνευ τῶν δεχομένων αὐτὰ οὐσιῶν οὔτε ἦν, οὔτε ἔσται. Ἀλλ' αἱ μὲν οὐσίαι, ὅ ἐστι τὰ ὑποκείμενα, ἀμεταβλήτως ἔχουσι πρὸς τοὐναν- τίον· οὐ γὰρ ἡ ἀσώματος οὐσία σῶμα γενήσεται, οὔτε τὸ σῶμα ἀσώματον ἔσται. Τὰ μέντοι ἐν αὐταῖς χρώματά τε καὶ σχήματα καὶ ὅσα περὶ τὴν οὐσίαν ὁρᾶται, μεταβάλλεταί τε καὶ μετατίθεται· οὐ γὰρ πέφυκεν αὐθυπόστατος. 4. Τί τοίνυν τῶν εἰρημένων τὴν ὕλην φασί; Εἰ μὲν γὰρ ἀσώματον, πῶς γέγονε σῶμα, τῶν οὐσιῶν ἀμεταβλήτως ἐχουσῶν πρὸς τοὐναντίον, ὡς εἴρηται. Αἱ γὰρ μεταβολαὶ περὶ τὰς ποιότητάς τε καὶ ποσότητας καὶ ἐνεργείας | εἰώθασι γενέσθαι· τὸν γὰρ ὠχρὸν ὑπὸ δέους γινόμενον ἐρυθρόν ἐστιν ἰδεῖν, τοῦ θυμοῦ πολλάκις τὸ