Adversus Manichaeos (homilia 2)
ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΟΜΙΛΙΑ ∆ΕΥΤΕΡΑ 1. Ἤρκει μὲν οὖν ὅσα πρὸς ἔλεγχον τῆς ἀθέου πλάνης τῶν Μανιχαίων ἐν τοῖς προλαβοῦσι διελέχθημεν. Ἀλλ' ἵνα μή τις ἑτέραις ἀκάνθαις ἀσεβείας περιπειρόμενος πληγείη τὸν νοῦν, οὐκ ὀκνήσω καὶ ζητημάτων ἑτέρων ἐπιμνησθῆναι, δεικνὺς τί τέ ἐστι τὸ κακὸν καὶ πόθεν ἐστίν· τοῖς τοιούτοις γὰρ ζητήμασι κεχρημένοι παρατρέπειν ἐγχειροῦσι τοὺς ἁπλουστέρους. Πρότε- ρον οὖν διαληπτέον περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ, τί δηλοῖ τούτων ἑκάτερον· ἕτερον γὰρ δηλοῖ τὸ καλόν, ἕτερον δὲ τὸ ἀγαθόν. Καὶ καλὸν μέν ἐστι τὸ συμμετρίᾳ μελῶν εὐηρμοσμένον καὶ ἀνελλιπῶς ἔχον πρὸς ὃ γεγένηται ὑπὸ τοῦ δημιουργήσαντος. ∆ιὸ γέγραπται· Ἰδοὺ καλὰ λίαν περὶ τῆς τῶν κτισμάτων οὐσίας· πάντα γὰρ καλὰ πεποίηκεν ὁ θεός, αἰσθητά τε καὶ νοητά. Περὶ πάντων γὰρ ἐπιφέρει λέγων· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν, συμπεριλαβὼν τοῖς αἰσθητοῖς τῶν ἀσωμάτων τὴν ποίησιν. Μετὰ γὰρ τὴν ἀνθρώπου δημιουργίαν, τὴν ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστῶσαν, τοῦτό φησι Μωϋσῆς. 2. Τὸ δὲ ἀγαθὸν διττόν ἐστι τῇ σημασίᾳ. Καὶ ἐπὶ μὲν θεοῦ τὸ ἀγαθὸν οὐσία τυγχάνει· ἀγένητος γὰρ ὢν ὁ θεὸς πάντα ὅσα κέκτηται οὐσιωδῶς ἔχει καὶ οὐδὲν ὕστερον αὐτῷ ἐπιγίνεται ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῷ. ∆ιὰ τοῦτο, ἐπεὶ ἀσχημάτιστος ἦν ὁ θεός, ἀεὶ ἀσχημάτιστος ἔσται· καὶ ἐπειδὴ ἄποιος ἦν, ἀεὶ ἄποιος ἔσται· καὶ ἐπειδὴ παντοκράτωρ ἐστίν, ἀεὶ παντοκράτωρ ἦν· καὶ ἐπειδὴ δημιουργός ἐστιν, ἀεὶ δημιουργὸς ὑπάρχει, εἰ καὶ μὴ εἴη τὰ δημιουργηθέντα καὶ κρατούμενα παρ' αὐτοῦ. Καὶ γὰρ ὁ θεὸς οὐσιωδῶς ἔχει πάντα ὅσα καὶ ὀνομάζεται καὶ οὐ σχετικῶς ἔχει ἅπερ ἐστίν. Αἱ γὰρ σχέσεις περὶ [οὐσίαν] εἰσί, μὴ οὖσαι οὐσίαι. Ἄσχετος οὖν ἐστιν ὁ θεός· οὐ γὰρ πρός τινα τῶν γενητῶν ἔχειν τινὰ δυνατὸν αὐτὸν σχέσιν. Αὔταρκες γὰρ τὸ θεῖον καὶ αὐτὸ ἑαυτοῦ συμπληρωτικόν, ἐν οὐδεμιᾷ σχέσει τῇ πρὸς τὰ ἔξωθεν τὸ εἶναι ἔχον, ἵνα μή τι τῶν ὑπ' αὐτοῦ τελουμένων συμπληρωτικὸν εἶναι αὐτοῦ λέγειν ἀναγκαζώμεθα τῆς δυνάμεως. 3. Καὶ ἐπὶ πάντων δέ, οὐκ ἐπὶ θεοῦ μόνον, ὁ αὐτὸς λόγος. Αἱ γὰρ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις οὐκ ἐν τῇ πρὸς τὰ ἔξωθεν σχέσει τὸ εἶναι ἔχουσιν, ἀλλ' ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρ-χουσι καθ' ἑαυτὰς θεωρούμεναι. Σκόπει δὲ τὸν λόγον οὑτωσί· τὸ ἐν ὀφθαλμῷ βλεπτικὸν ἢ τὸ ἐν ἡλίῳ φῶς συμπληρωτικὰ τῆς ὀφθαλμοῦ τε καὶ ἡλίου ἐστὶν οὐσίας. Καὶ εἰ μηδὲν ὑπόθοιτό τις εἶναι τῶν ὑπὸ τοῦ ὀφθαλμοῦ θεωρουμένων ἢ τῶν ἔξωθεν μετ-εχόντων τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως, οὐδ' ὄντως ἀτελὴς ὁ ἥλιος ἢ ὁ ὀφθαλμὸς κατὰ τὴν οὐσίαν τοῖς ὀρθῶς κρίνουσιν ὑποληφθήσεται. Οὕτως οὖν, εἰ καὶ ἀμυδρὸν ὑπάρχει τὸ παράδειγμα, πρὸ τοῦ δημιουργηθῆναι τὸν κόσμον φύσει καὶ ἀσχέτως δημιουργὸς ὁ θεός, οὐ τῇ πρὸς τὰ ἔξωθεν σχέσει γινόμενος ποιητής. Τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸν θεὸν ἐξυβρίζειν καὶ σχέσιν ἐπίκτητον διδόναι θεῷ, οἷον ἔχουσι πρὸς ἄλληλα τὰ ἐξ ἀπιστίας εἰς ἐπιστήμην προκόπτοντα, καὶ ἐξισάζειν τοῖς οὐσιωδῶς | ἐνυπάρχουσι τὰ ὕστερον ἐπιγεγονότα. 4. Καὶ ἡ ὕλη οὖν, ὡς ἔφην-ἐπαναληπτέον γὰρ ὅθεν ἐξέβη ὁ λόγος-εἰ ἀγένητος ἦν, ἀσχημάτιστος καὶ ἄποιος οὖσα, πῶς οὖν δη- μιουργηθήσεται ἀγένητος οὖσα καὶ μὴ δυναμένη προσλαβεῖν ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῇ; Εἰ δὲ σχῆμα καὶ ποιότητα καὶ ποσότητα τὴν ὕλην ἔχειν φασίν, οὐκ ἀγένητος ὑπάρχει, ὡς ἀποδέδεικται, ἀλλὰ μᾶλλον γενητὴ ἐξ οὐκ ὄντων σὺν τοῖς σχήμασι καὶ ποιότησι παρὰ θεοῦ παραχθεῖσα. Ποιότης γὰρ καὶ ποσότης ἴδια τῶν γενητῶν.