Capitula xvii contra monophysitas
ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΚΕΦΑΛΟΥΣ ΚΕΦΑΛΑΙΑ ΙΖʹ
1. Εἰ ὁ λέγων θεὸν μόνον τὸν Χριστὸν μανιχαΐζει καὶ ὁ λέγων μόνον ἄνθρωπον τὸν Χριστὸν παυλιανίζει καὶ ὁ λέγων θεὸν τέλειον τὸν Χριστόν, ἄνθρωπον δὲ οὐ τέλειον, ἀπολιναρίζει καὶ ὁ λέγων θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἰδιοσυστάτως καὶ ἀνὰ μέρος θεωρουμένου τοῦ ἀνθρώπου καὶ ὑπὸ τοῦ λόγου ἐνεργουμένου, νεστοριανίζει, ὁ δὲ λέγων θεὸν τέλειον τὸν αὐτὸν Χριστὸν καὶ ἄνθρωπον, ὡς ἑνώσαντος ἑαυτῷ τοῦ θεοῦ λόγου τὸ ἡμέτερον φύραμα, ὅ ἐστι τὴν καθ' ἡμᾶς ἀνθρωπότητα, ὀρθο- δόξως φρονεῖ, οἱ τὸ θεάνθρωπον ἡμῖν ἐπινοήσαντες λέγειν ἴσως ἕτερόν τι καὶ παρὰ ταῦτά φασι τὸν Χριστόν, ὡς καὶ τὸν τραγέλαφον οὔτε τράγον, οὔτε ἔλαφον εἴποι τις ἄν, ἀλλ' ἕτερόν τι τῷ γένει. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογῶν, ἀπολινα- ρίζεις μὴ λέγων τελείαν τὴν ἀνθρωπίνην φύσιν ἀνειλῆφθαι καὶ σεσῶσθαι· προσθεὶς δὲ σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ὀρθόδο- ξος ὑπάρχεις, εἰ ἄρα τὸν νοῦν φυλάξεις τῆς ὁμολογίας. Εἰπὲ οὖν· μίαν φύσιν ὁμολογεῖς τοῦ λόγου σεσαρκω|μένην σαρκὶ ἐψυχω- μένῃ ψυχῇ λογικῇ· μίαν φύσιν καὶ μόνον ὁμολογεῖς ἐπὶ Χριστοῦ ἢ δύο; Ἀλλ' εἰ μὲν μίαν φύσιν ὁμολογεῖς ἐπὶ Χριστοῦ, ἢ μανιχαΐζεις ἢ παυλιανίζεις. Εἰ δὲ δύο τελείας λέγεις, διῃρημένας μέντοι καὶ ἀνὰ μέρος κεχωρισμένας, νεστοριανίζεις. Εἰ δὲ δύο τελείας καὶ ἐν μιᾷ χαρακτηριστικῇ ὑποστάσει σῳζομένας ὁμολο- γεῖς, ὀρθόδοξος ὑπάρχεις. Εἰ δὲ οὔτε μίαν μόνον, οὔτε δύο διῃρημένας, οὔτε μὴν ἡνωμένας ἐνυποστάτως ὁμολογεῖς, εἰπὲ πόσας τὰς φύσεις ἐπὶ Χριστοῦ <λέγεις> ὁμολογῶν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἐν προσλήψει σαρκὸς ψυχὴν ἐχούσης νοεράν; 2. Εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς καθ' ὑμᾶς, οὐ μία δὲ φύσις τοῦ πατρὸς καὶ τῆς σαρκός, πῶς μία καὶ ἡ αὐτὴ φύσις τοῦ θεοῦ λόγου καὶ τοῦ πατρός; Πῶς δὲ ἀκτίστου θεότητος καὶ κτιστῆς σαρκὸς ἢ τῆς ἀχρόνου θεότητος καὶ τῆς ὑπὸ χρόνον τοῦ λόγου σαρκὸς μία ἔσται φύσις, μὴ τῆς θεότητος τραπείσης εἰς σαρκὸς φύσιν, μήτε τῆς σαρκὸς ἀλλοιωθείσης εἰς θεότητος φύσιν, ἀλλ' ἑκατέρας φύσεως σῳζομένης ἀτρέπτως καὶ ἀδιαι- ρέτως ἐν τῷ Ἐμμανουήλ; 3. Ἐκ δύο φύσεων λέγων τὸν Χριστόν, ἀναθεματίζων δὲ τοὺς λέγοντας ἐν Χριστῷ τὰς δύο φύσεις ὑπάρχειν ἀδιαιρέτως ἐν μιᾷ ὑποστάσει ἡνωμένας, πῶς νοήσεις τὸ ἐκ δύο φύσεων; Ἢ γὰρ πρὸ τῆς ἑνώσεως εἴποις δύο, ἢ ἐν τῇ ἑνώσει. Ἀλλ' εἰ μὲν πρὸ τῆς ἑνώσεως | εἴποις, προϋπάρχειν δίδως ἑκάτερον πρὸ τῆς ἐνώ- σεως, ὅπερ ἀσεβές. Εἰ δ' ἐν τῇ ἑνώσει τὰς δύο φύσεις λέγεις, σῴζεται δὲ ἡ ἕνωσις εἰς αἰῶνας, ἄρα σῴζονται εἰς αἰῶνας καὶ αἱ δύο φύσεις ἐν τῷ Ἐμμανουήλ. 4. Εἰ μένων ὁ θεὸς λόγος ὃ ἦν γέγονεν ὃ οὐκ ἦν, καὶ οὐκ ἦν μὲν ὃ γέγονεν, ἔμεινε δὲ ὃ ἦν, πῶς οὐκ ἔμεινε μὴ ὢν ὃ γέγονεν; Εἰ δὲ ταῦτ' ἀληθῆ, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν <εἰπών, τὴν> τῶν ἐν Χριστῷ φύσεων ἀδιαίρετον καὶ ἀσύγχυτον ἕνωσιν ἡμᾶς ἐκδιδάσκει ὁ εὐαγγελιστής. 5. Εἰ σαρκωθεὶς ὁ λόγος ἔμεινεν ὃ ἦν, ἦν δ' ἄσαρκος, πῶς οὐκ ἔσται ἄσαρκος κατὰ τὴν τῆς θεότητος φύσιν, εἰ καὶ ἐσαρκώθη, τῆς ἡμετέρας φύσεως προσλαβὼν τὸ φύραμα; Εἰ δὲ τοῦτ' ἀληθές, πῶς τὸν ἕνα Χριστόν, ὅ ἐστι θεὸν λόγον σαρκωθέντα, οὐκ εἴποιμι τὰς δύο ἔχειν φύσεις, ὅ ἐστιν οὐσίας, <τὴν> τοῦ πατρὸς λέγω καὶ τὴν ἐκ τῆς