1
In evangelium secundum Joannem (excerpta duo) (e cod. Vallicell. E 40) In Ioh. 8, 44 Ἰωάννου γραμματικοῦ· Ὥσπερ ὁ Κάϊν φθόνῳ τηκόμενος φό-νου πρωτουργὸς γέγονεν, οὕτως καὶ Ἰουδαῖοι φθόνῳ φερόμενοι τὸν Χριστὸν ἀνελεῖν ἐπιθυμοῦσιν. ∆ιάβολον γὰρ ἐνταῦθα τὸν Κάϊν ἐκάλεσεν, ὃν καὶ πατέρα αὐτῶν ὠνόμασεν ὡς εἰς τύπον αὐτῶν ὄντα. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ἐρωτώμενος γὰρ παρὰ τοῦ θεοῦ· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ ὁ δείλαιος, οἰόμενος ἀποκρούσασθαι τὸν πάντα γινώσκοντα. In Ioh. 10, 18 Ἰω<άννου> γραμματικοῦ· Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου, τοῦ ὑπὲρ τῶν ἰδίων προβάτων ἔχειν ἐξουσίαν τιθέναι τὴν ψυχὴν καὶ πάλιν λαμβάνειν αὐτήν, ἐπεί με ὁ πατὴρ ἀγαπᾷ· τοῦτο δὲ ἀναγκαστικῶς πρὸς τὴν τῶν Ἰουδαίων εἴρηται ἀπείθειαν, λεγόντων αὐτὸν ἀντίθεον καὶ ὡς οὐκ ὄντα ἐξ αὐτοῦ· ἀναμιμνήσκεται δὲ αὐτοὺς ἐκείνην τὴν ἐντολὴν πληροῦν, ἣν ὁ πατήρ φησι τῷ Μωσῇ· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ.