Continuatio Scylitzae
ΙΩΑΝΝΟΥ ΣΚΥΛΙΤΣΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ ΣΥΝΕΧΕΙΑ Τὸν μὲν οὖν τρόπον ὃν εἴρηται τὴν βασιλείαν ὁ Κομνηνὸς ἀναζωσάμενος δόξαντε παρεσχηκὼς ἀνδρείας καὶ πεῖραν πολεμικῆς γενναιότητος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ Θεῷ τὸ πᾶν ἐπιγράψας, ἀλλὰ τῇ ἰδίᾳ ἰσχύι καὶ τῇ περὶ πολέμους ἐμπειρίᾳ, καὶ οἷα αὐτοκράτωρ τῶν τῆς βασιλείας ἀπάρχεται πράξεων, φιλοτίμοις πρότερον τοὺς συναραμένους αὐτῷ πρὸς τὸ σπούδασμα κοσμήσας τιμαῖς τό τε δημοτικὸν τῆς προσηκούσης ἀξιώσας προνοίας· καὶ φροντιστὰς δὲ πολλοὺς τῶν δημοσίων ἀπέδειξε συλλόγων. Τῷ δὲ πατριάρχῃ πολύ τι νέμων αἰδοῦς ἴσα καὶ πατέρα ἐτίμα, διὸ καὶ τοὺς αὐτοῦ ἀνεψιοὺς ταῖς πρώταις ἀξίαις καὶ πράξεσι περιβλέπτους ἀποδέδειχε. Τῇ τε Μεγάλῃ Ἐκκλησίᾳ τὸ οἰκονομεῖσθαι δι' αὑτῆς τὰ πράγματα ἀφιεροῖ, ἀλλοτριώσας τούτων παντάπασι τὴν βασιλείαν, ὥστε μηδ' ἐπὶ τῆς οἰκονομίας μήτ' ἐπὶ τῆς τῶν ἱερῶν κειμηλίων προνοίας καὶ προστασίας παρὰ βασιλέως τινὰ προχειρίζεσθαι, ἀλλὰ τῆς τοῦ πατριάρχου ἐξουσίας ἠρτῆσθαι τὸ πᾶν, καὶ τὴν τῶν προσώπων προχείρισιν καὶ τὴν τῶν πραγμάτων διοίκησιν. Ἀγαγόμενος δὲ καὶ τὴν γυναῖκα ἀπὸ τοῦ φρουρίου Πημολίσσης αὐγοῦσταν ἀναγορεύει σεβαστήν. Ἰωάννην δὲ τὸν ἀδελφὸν καὶ Κατακαλὼν τὸν Κεκαυμένον κουροπαλάτας καὶ ἀμφοτέρους τιμᾷ, μέγαν δομέστικον τὸν ἑαυτοῦ ἀδελφὸν προβαλλόμενος. Σκοπήσας δὲ τὸ τῶν χρημάτων ἀναγκαῖον, ὧν οὐδὲν ἄνευ κατὰ τὸν ῥήτορα περαίνεται, διὰ τὸ τὰ στρατιωτικὰ 104 ἠσθενηκέναι καὶ τέλεον τεταπεινῶσθαι ἐκ τῆς κατεχούσης ἐνδείας τὴν βασιλείαν καὶ τὸ πανταχόθεν τῶν Ῥωμαίων ἅπαντας κατεπαίρεσθαι, ὁ πρὸς ἀδοξίας αὐτῷ ἦν καὶ πάντων βαρύτερον ἐλογίζετο, βαρὺς ἐχρημάτισε φορολόγος τοῖς χρεωστοῦσι δημόσια. Καὶ τὰς τῶν ὀφφικίων δὲ δόσεις αὐτὸς πρῶτος περιέτεμεν. Ἐμέλησε δ' αὐτῷ καὶ φειδωλίας καὶ τοῦ προσθήκην ἀγρῶν τῇ βασιλείᾳ περιποιήσασθαι. ∆ιὸ καὶ πολλὰ μὲν ἰδιωτικὰ πρόσωπα πολλῶν ἀπεστέρησε κτήσεων τὰς χρυσοβούλλους αὐτῶν γραφὰς παριδών, ἐνέσκηψε δὲ καί τισι τῶν φροντιστηρίων καὶ πολλὰς αὐτῶν κτήσεις ἀφελόμενος διὰ λογοποιίας τὸ ἀρκοῦν ἐγκαταλιπὼν τοῖς μονάζουσι, τῷ δημοσίῳ τὸ περισσὸν προσαφώρισε· πρᾶγμα τοῖς μὲν ἀκρίτως σκοποῦσιν ἐκ τοῦ προχείρου ἀσεβείας καὶ παρανομίας εἰσάγον καὶ πρὸς ἱεροσυλίαν ἀναφερόμενον, ἀποτέλεσμα δὲ μηδὲν ἄτοπον φέρον τοῖς ἐμβριθῶς σκοποῦσι καὶ πνευματικῶς, ἅτε <μὴ> ἀκτημοσύνης ἀπάγον τοὺς ταύτην ἐπαγγειλαμένους καὶ τὴν συβαριτικὴν καὶ χλιδῶσαν περικόπτον τρυφὴν καὶ μηδὲ τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων καὶ ἀναγκαίων ἀποστεροῦν καὶ τοὺς ἀγρογείτονας τῆς ἐκ τῶν μοναχῶν κακότητος καὶ πλεονεξίας ἐλευθεροῦν. Ὃ καὶ εἴθε αὐτῷ εἰς τέλος κατώρθωτο οὐκ ἐπὶ τοῖς σεμνείοις μόνοις, ἀλλ' ἐπὶ τοῖς ἐκκλησιαστικοῖς πᾶσιν ἁπλῶς. Οὕτω μὲν οὖν ταῦτα τῷ βασιλεῖ ᾠκονόμητο καὶ ἡ βασιλὶς τοῦτον εἶχε τῶν πόλεων. Ὁ δὲ πατριάρχης τῇ τοῦ βασιλέως ἀπλήστῳ εὐνοίᾳ θαρρήσας ἐφρονηματίσατο καὶ κατ' αὐτοῦ, οὐκ αἰτήσεσι καὶ παραινέσεσι χρώμενος, εἴ ποτέ τινος δέοιτο καὶ ὑπέρ τινος, ἀλλὰ πολλάκις ἀποτυγχάνων διὰ τὸ τῶν αἰτήσεων συνεχὲς καὶ φορτικὸν ἀπειλαῖς ἐχρῆτο καὶ ἐπιτιμίοις ἀποτόμοις, καὶ εἴγε μὴ πείθοιτο καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλούμενος, τὸ δημῶδες τοῦτο καὶ κατημαξευμένον ἐπιλέγων: Ἐγὼ σὲ ἔκτισα, φοῦρνε, 105 καὶ ἐγὼ νὰ σὲ χαλάσω. Ἐπεβάλετο δὲ καὶ κοκκοβαφῆ περιβαλέσθαι πέδιλα τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον ἔθος καὶ δεῖν τούτοις κἀν τῇ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα. Ἱερωσύνης γὰρ καὶ βασιλείας τὸ διαφέρον οὐδὲν ἢ καὶ ὀλίγον ἔλεγεν εἶναι· ἐν δέ γε τοῖς τιμιωτέροις καὶ πλέον ἔχειν καὶ μᾶλλον εἶναι ἐρίτιμον. Ταῦτα δὲ ὁ βασιλεὺς ἐνωτιζόμενος ὑπ' ὀδόντα λαλούμενα ἔσπευσε μᾶλλον