1

 2

 3

1

Ad eos qui magni aestimant opes

ΟΜΙΛΙΑ Εʹ. Πρὸς τοὺς μεγάλα τὰ παρόντα νομίζοντας καὶ περὶ τὰ τοῦ βίου λαμπρὰ μάτην ἐπτοημένους.

64.453

Ἀγγέλοις μὲν οὐρανὸς εὐφροσύνης χωρίον, Ἐκκλησία δὲ πιστοῖς ἀντ' οὐρανῶν ἓν διαίτημα καὶ νόμιμον, ταῖς ψυχαῖς ἡδονὴν δωρουμένη τῶν ἱερῶν ἐπῳδῶν τὴν ἀκρόασιν. Ταύτης ποτὲ τὴν Μαρίαν ἐκκρεμαμένην ὁ τῆς μακαριότητος δοτὴρ ἐμακάριζεν· Μαρία, φησὶν, τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Μόνον δὲ τῆς εὐσεβοῦς διδασκαλίας τὸ κέρδος καὶ ζῶσιν ἡμῖν ἀγαθὸν φυλακτήριον, καὶ τεθνεῶσιν πρὸς τὸν κριτὴν συνοδεῦον· ἡ δὲ τῶν ἄλλων ἁπάντων εὐκατάλυτος κτῆσις, οὐ μόνον ὅτι τάφον τὴν διάδοχον ἔχει, ἀλλ' ὅτι καὶ πρὸ τοῦ τάφου μυρία τὰ τοῦ βίου ναυάγια. Καθάπερ γὰρ θάλατταν τὸν παρόντα ναυτιλλόμεθα βίον σφοδροτέροις κυμάτων συμπτώμασι χρώμενον. Οὐ πλοῦτος σταθερᾶς ἀπολαύει γαλήνης, ἀλλ' ἐξ οὐρίας πολλάκις τοῖς κεκτημένοις συμπλέων, αἰφνιδίῳ λαίλαπι πειρασμῶν ἐβαπτίσθη. Οὐ θρόνος τὸ τῆς 64.456 δυναστείας ἀκατάσειστον ὕψος· ἀθρόαι γὰρ πνεύσασαι καταιγίδες κινδύνων αὐτόῤῥιζον τὴν εὐημερίαν ἀνέσπασαν. Οὐ τὸ τῆς ὑγείας ἀδιάδοχον δῶρον, ἀλλ' ἐφεδρεύει καὶ ταύτῃ νοσημάτων ἀπροσδόκητος βλάβη. Πτεροῤῥυεῖ ποικίλως τῆς εὐπραγίας ἡ κτῆσις, καὶ δένδρῳ τινὶ προσέοικεν ἄνθρωπος, νῦν μὲν τὸ τῆς εὐθηνίας ἀνθηρὸν περιφέρων, νῦν δὲ τῷ ταύτης ὡς δένδρον ἐκδυόμενος φύλλον. Οὐδὲν τῶν βιωτικῶν ἀνθηρῶν ἐξετάζων γείτονα κεκτημένον τὸν μαρασμὸν οὐχ εὑρήσεις. Οὕτω γὰρ ἡμῖν τὸν βίον ὁ Κτίστης συνέθηκεν τῶν πρὸς τὴν γῆν κεχηνότων ἐκλύων τὴν ὄρεξιν, καὶ συνέζευξεν μαρασμῷ τὸ τοῦ βίου περίβλεπτον, ἵν' ὅταν σε τῶν γηΐνων τὸ τερπνὸν καταθέλξῃ, τὸ πρόσκαιρον ἐλπισθὲν ἀναστήση. Τοῦ γὰρ παρόντος αἰῶνος ὁδοιπόρος κατετάχθης, οὐ κτήτωρ, καὶ τὴν ἐν τῇ κτίσει μόνην ὡς πανδοχείου παροδεύομεν χρῆσιν. Καθάπερ γὰρ ὁδοιπόροι μικρᾶς ἐν πανδοχείῳ διατριβῆς ἀπολαύσαντες, τὴν ἐφεξῆς ἐκβάντες πληροῦσιν ὁδοιπορίαν, οὕτω καὶ τὸν τῆς ζωῆς ταύτης ὁδοιποροῦντες αἰῶνα, μικρὸν ὡς ἐν καταλύματι τῷ βίῳ προσμείναντες, τῆς ἐντεῦθεν ἐκδημοῦμεν οἰκήσεως.

Ἄλλον γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωὴν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας. Ταύτην δὲ ἡμῖν τὴν ὁδὸν ἐξελθοῦσιν ὁ τῶν κτηθέντων ἁπάντων ἀσυνόδευτος πλοῦτος· οὐδὲν γὰρ ὧν ἐσχήκαμεν, ἐσχήκαμεν ἴδιον. Ἣν γὰρ φοροῦμεν πρῶτον ὡς ἰδίαν ἐσθῆτα, τὴν τῶν προβάτων ἐξεθύσαμεν φύσιν· ἃ περιβάλλομεν τοῖς ποσὶν ὑποδήματα, παρὰ τῆς τῶν βοσκημάτων δορᾶς κεκομίσμεθα· τὴν τῶν βρωμάτων καὶ ποτῶν χορηγίαν ἐκ τῶν τῆς γῆς συμπορίζομεν κόλπων· ταύτης ἐστὶν καὶ χρυσὸς, ὃν πάντες ὡς ἡμέτερον σφίγγομεν. Μαργαρίτας ἐξ ὀστρέων καὶ βασιλεῖς ἐρανίζονται. Ἐξ ἀλλοτρίας ζῶμεν εἰσφορᾶς καὶ πλουτοῦμεν. Ἀπόδος τοῖς προβάτοις τὸ ἔριον, καὶ οὐδὲν ἕξεις τῆς σαρκὸς περιβόλαιον· ἀπόδος τὰς αὐτῶν δορὰς τοῖς βοσκήμασιν, καὶ σκέπην ἰδιόκτητον τοῖς ποσὶν οὐχ εὑρήσεις· ἀπόδος τὰ σηρικὰ τοῖς σκώληξι νήματα, καὶ σηρικὴν ἰδίαν οὐ προσοίσεις ἐσθῆτα. Ἀλλ' οὐδὲ ψιχῶν εὐπορήσεις ἰδίων, ἂν μὴ τὴν τρέφουσαν γῆν οἷς φιλεῖ κολακεύσῃς. Τοῦτο καὶ Χριστὸς ἐνδεικνύμενος ἔλεγεν· Εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; Μή μοι τῶν ἐκ τῶν κτηνῶν καὶ τῆς γῆς προβαλλόμενος πλοῦτον, ὡς ἐπ' ἰδίοις τοῖς μὴ σοῖς καλλωπίζου. Ἑνὸς εἶ κτήματος μόνου εὐσεβείας ἰδιοκτήτωρ. Ταύτης σε θάνατος ἐπελθὼν οὐ συλήσει· τῶν ἄλλων δὲ ἁπάντων