1
De animato
Περὶ ἐμψύχου. 95.229 Ἔμψυχον λέγεται τὸ τρεφόμενον, καὶ αυξον, καὶ τίκτον ὅμοιον ἑαυτῷ. Τοῦτο δὲ διαιρεῖται εἰς τρία· εἰς ζῶον· τὸ δὲ ζῶον οὐκ εχει μόνον τὰς τρεῖς φυσικὰς ταύτας κινήσεις, ἀλλὰ καὶ τὸ ἐκ τόπου εἰς τόπον μεθίστασθαι· εἰς φυτόν· τοῦτο τὰς τρεῖς μόνας ἔχει· εἰς ζωόφυτον· τὸ ζωόφυτον μέσον ἐστὶ τοῦ ζώου καὶ τοῦ φυτοῦ. Τοῦ γὰρ φυτοῦ τὰς τρεῖς εχοντος, τοῦ δὲ ζώου πρὸς ταῖς τρισὶν καὶ τὴν ἐκ τόπου κίνησιν, τοῦτο μέσον ὑπάρχει.Ἔχει γὰρ καὶ αὐτὸ κίνησιν, καὶ οὐ τὴν ἀπὸ τόπου εἰς τόπον, ἀλλὰ τὴν τῆς συστολῆς, εἴ τις αὐτοῦ ἐφάψαιτο. Τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον· τὸ ἔμψυχον εἰς αἰσθητικὸν ζῶον καὶ ἀναίσθητον· τὸ αψυχον εἰς ζωόφυτον καὶ φυτόν· τὸ ζωόφυτον εἰς συκῆν· τὸ φυτὸν εἰς πόαν, θάμνον, δένδρον· τὸ ζῶον εἰς λογικὸν καὶ ἄλογον· τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον· τὸ ἀθάνατον εἰς αγγελον, δαίμονα· τὸ θνητὸν εἰς ἄνθρωπον, βοῦν, κύνα, καὶ τὰ τοιαῦτα. Καινοτομία ἐστὶ πρᾶγμα παρὰ τοὺς τῆς φύσεως ορους καὶ νόμους παρηλλαγμένον. Οἰκονομία ἐστὶ πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γίνεται καὶ κατὰ συγκατάβασιν καὶ ὠφέλειάν τινων. Τῶν οντων τὰ μέν ἐστιν οὐσία· τὰ δὲ ἐπιτηδειό-της· τὰ δὲ ἐνέργεια.