1
De mensibus Macedonicis
̓Ιωάννου τοῦ ∆αμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως.
Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα· Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναντίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲ καθ' ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον· ἐν δὲ τῇ δευτέρᾳ τὸν ∆ία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα· ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Ὁ μὲν οὖν Ἥλιος καθ' ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ τούτων μῆνες· αʹ, Κριός· μηνὶ Μαρτίῳ καʹ δέχεται τὸν ἥλιον· βʹ, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγʹ· γʹ, ∆ίδυμος Μαΐῳ κδʹ· δʹ, Καρκίνος Ἰουνίῳ κδʹ· εʹ, Λέων Ἰουλίῳ κεʹ· ϛʹ, Παρθένος, Αὐγούστῳ κεʹ. ζʹ, Ζυγὸς Σεπτεμβρίῳ κεʹ· ηʹ, Σκορπίος, Ὀκτωβρίῳ. κεʹ· θʹ, Τοξότης, Νοεμβρίῳ κεʹ· ιʹ, Αἰγόκερως, ∆εκεμβρίῳ κεʹ· ιαʹ, Ὑδροχόος, Ἰαννουαρίῳ κʹ· ιβʹ, Ἰχθῦς, Φευβρουαρίῳ κʹ. Ἡ δὲ Σελήνη καθ' ἕκαστον μῆνα τὰ ιβʹ ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται. Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον. Περὶ διαφόρων μηνῶν. Μῆνες κατὰ Ῥωμαίους. αʹ. Μάρτιος λαʹ· Γλυκοφάγει, γλυκοπότει. βʹ. Ἀπρίλλιος λʹ· Ῥαφάνης μὴ φάγῃς. γʹ. Μάϊος λαʹ· Ποδοκέφαλα μὴ φάγῃς. δʹ. Ἰούνιος λαʹ· Πίνε ὕδωρ ὀλίγον. εʹ. Ἰούλιος λαʹ· Ἀπέχου ἀφροδισίων. ϛʹ. Αὔγουστος λαʹ· Ὠμὰ λάχανα μὴ φάγῃς. ζʹ. Σεπτέμβριος λʹ· Γάλα μὴ φάγῃς. ηʹ. Ὀκτώβριος λαʹ· Ἀπέχου ὀξυφαγίας. θʹ. Νοέμβριος λʹ· Ἀπέχου πολυλουσίας. ιʹ. ∆εκέμβριος λαʹ· Κράμβην μὴ φάγῃς. ιαʹ. Ἰαννουάριος λαʹ· Ὥρᾳ ιβʹ πίνε ἄκρατον ὀλίγον. ιβʹ. Φευβρουάριος κηʹ· Σεύτλου μὴ φάγῃς. 95.237 Μῆνες κατὰ Ἰουδαίους. αʹ. Νισάν. βʹ. Ἰάρ· γʹ. Σιουάν. δʹ. Θαμούζ. εʹ. Ἄβ. ϛʹ. Ἀλούλ. ζʹ. Θεσρή. ηʹ. Μαρσουάν. θʹ. Χασλεύ. ιʹ. Τιβήθ. ιαʹ. Σαβάτ. ιβʹ. Ἀδάρ. Μῆνες κατὰ Μακεδόνας. αʹ. Ταῦρος. βʹ. ∆ίδυμος· γʹ. Καρκῖνος. δʹ. Λέων. εʹ. Παρθένος. ϛʹ Ζυγός. ζʹ. Σκορπίος. ηʹ. Τοξότης. θʹ. Αἰγόκερως. ιʹ. Ὑδροχόος. ιαʹ. Ἰχθῦς. ιβʹ. Κριός. Μῆνες κατὰ Ἕλληνας. αʹ. Ξανθικός. βʹ. Ἀρτεμίσιος. γʹ. ∆αίσιος. δʹ. Πάνεμος. εʹ. Λῷος. ϛʹ. Γορπιαῖος. ζʹ. Ὑπερβερεταῖος. ηʹ. ∆ῖος. θʹ. Ἀπηλλαῖος. ιʹ. Αὐδυναῖος. ιαʹ. Περίτιος. ιβʹ. ∆ύστρος. Μῆνες κατὰ Αἰγυπτίους. αʹ. Φαρμουθί. βʹ. Παχών. γʹ. Παυνί. δʹ. Ἐπιφί. εʹ. Μεσωρί. ϛʹ. Θώθ. ζʹ. Φαωφί. ηʹ. Ἀθύρ. θʹ. Χοιάκ. ιʹ. Τυβί. ιαʹ. Μεχείρ. ιβʹ. Φαμενώθ.