1
De sancta trinitate
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑ∆ΟΣ.
αʹ. Περὶ μὲν τῆς ἁγίας Τριάδος τῆς ὁμοουσίου, ζωοποιοῦ, μίαν φύσιν ὁμολόγει, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν δύναμίν τε καὶ ἐξουσίαν, καὶ κυριότητα, ὅτι καὶ μία θεότης τρεῖς ὑποστάσεις, ἤτοι τρία πρόσωπα, φυλασσομένης ἑκάστῳ προσώπῳ τῆς ἰδιότητος. Ἐπὶ δὲ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἤτοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο φύσεις, θεότητός τε καὶ ἀνθρωπότητος, δύο θελήσεις ὡσαύτως καὶ ἐνεργείας, μίαν ὑπόστασιν, ἤγουν ἓν πρόσωπον, ὅτι εἷς καὶ αὐτός ἐστιν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἀῤῥεύστως καὶ ἀσωμάτως, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου Μαρίας τῆς Θεοτόκου κυηθεὶς ἀῤῥήτως καὶ ἀῤῥυπώτως· ὅλος ἄνθρωπος ὁ αὐτὸς καὶ Θεὸς, ἐν μιᾷ ὑποστάσει γνωριζόμενος ἀπαθὴς θεότητι, καὶ παθητὸς τῷ προσλήμματι· σῶα μετὰ τόκον φυλάξας δηλαδὴ τῆς παρθενίας τὰ σήμαντρα, τουτέστι τὰς 95.12 σφραγίδας. Ἐρώτ. ∆ιὰ τί ὁ Υἱὸς ἐνηνθρώπησε, καὶ οὐχ ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα; καὶ τί ἐνανθρωπήσας κατώρθωσε; Ἀπόκρ. Πατὴρ ὁ Πατὴρ, καὶ οὐχ Υἱός. Υἱὸς ὁ Υἱὸς, καὶ οὐ Πατήρ· Πνεῦμα ἅγιον τὸ Πνεῦμα, καὶ οὐ Πατὴρ, οὐδὲ Υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης, κινουμένη, ἢ μεταπίπτουσα; ∆ιὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Υἱὸς γίνεται ἀνθρώπου, ὁ σαρκωθεὶς ἐκ τῆς ἁγίας Παρθένου, καὶ οὐκ ἐξέστη τῆς ὑϊκῆς ἰδιότητος. Ἐνηνθρώπησε δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵν' ἐφ' ᾧπερ ἐποίησεν τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται ἀθανασίαν, καὶ αἰώνιον ζωὴν εἰς ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν. Ἀμήν· γένοιτο, γένοιτο. βʹ. Πατὴρ καὶ Υἱὸς, οὐ δύο ἄναρχα, ἀλλὰ ἀμεσίτευτα· μίξις φθορὰν ἐργάζεται, καὶ οὕτω μίγνυται, ὡς τὸ ὕδωρ καὶ ὁ οἶνος· ἕνωσις, ὅταν συνάφειά τις γένηται, μὴ ἐλαττουμένου ἑτέρου, μηδὲ φθειρομένου, ἀλλὰ μένοντος ἐν ᾧ ἐστιν· ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα· οὕτω καὶ ὁ Χριστὸς, ὁ Θεὸς Λόγος τέλειος, καὶ ἄνθρωπος τέλειος, ἥνωται μὲν, οὐ συγκέχυται δέ. Εἷς Θεὸς, Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ, Πατὴρ Υἱοῦ μονογενοῦς, καὶ εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς τῶν ὅλων στάσεως περιεκτικὴ, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθινὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου· καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ διὰ Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς ἀνθρώποις. Εἰκὼν τοῦ Υἱοῦ τελεία καὶ ζωὴ, ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης, ἁγιασμοῦ χορηγὸς, ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάντων· Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ, μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη. Οὔτε οὖν κτιστόν τι, ἢ δοῦλον ἐν Τριάδι, οὔτε ἐπείσακτον, ὡς 95.13 πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δ' ἐπεισελθόν. Οὔτε γὰρ ἐνέλιπέ ποτε Υἱὸς Πατρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Οὕτως γὰρ ἡμεῖς πιστεύομεν τὴν μακαρίαν καὶ ζωοποιὸν καὶ ἀδιαίρετον ἁγίαν Τριάδα. Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον, τρία πρόσωπα, μία εἰκών· τρεῖς χαρακτῆρες, μία ἐκτύπωσις· τρεῖς ὑποστάσεις, μία θεότης· τρία ἰδιώματα, μία οὐσία· τρεῖς ἐνέργειαι, μία χάρις· τρεῖς ὑπάρξεις, μία ἰσότης· τρεῖς ἐπιγνώσεις, μία δόξα· τρία ὀνόματα, μία ὁμολογία· τρεῖς ὁμολογίαι, μία πίστις. Θεός ἐστιν, ἀΐδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων. Θεός ἐστι φῶς ἀκρότατον καὶ ἀπρόσιτον, οὔτε