1
De theologia
Τοῦ αὐτοῦ. Οὐ τοσοῦτον ἐκ τῆς θείας Γραφῆς τὸν περὶ τῆς Τριάδος διδασκόμεθα λόγον, ὅσον ἐκ τῆς φυσικῆς ἀκολουθίας. Τοῦ αὐτοῦ, περὶ τῆς
θεολογίας. Ἐπὶ μὲν τῆς θεολογίας εἷς Θεὸς δοξάζεται καὶ προσκυνεῖται ἐν τρισὶν ὑποστάσεσι· μία θεότης, μία φύσις, μία οὐσία, μία δύναμις καὶ ἐξουσία, ἓν θέλημα· τρία δὲ πρόσωπα, καὶ τρεῖς ὑποστάσεις, ἑκάστη 95.229 μετὰ τῆς ἰδιότητος. Ἴδιον γὰρ τοῦ Πατρὸς τὸ ἀγέννητον· ἴδιον δὲ τοῦ Υἱοῦ τὸ γεννητόν· καὶ ἴδιον τοῦ Πνεύματος τὸ ἐκπορευτόν. Θεὸς ὁ Πατὴρ ἄναρχος· Θεὸς ὁ Υἱὸς συνάναρχος, εἰ καὶ ἐκ τοῦ Πατρός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, συναΐδιον καὶ συνάναρχον, ἐκ τοῦ Πατρὸς προϊὸν, οὐχ υἱϊκῶς γεννώμενον ὡς Υἱὸς, ἀλλ' ἐκπορευτῶς. Ἓν τὰ τρία τῇ Θεότητι, κἀν τρισὶν ὑποστάσεσιν. Ἐπὶ δὲ τῆς οἰκονομίας τοῦ Θεοῦ καὶ Λόγου τοῦ Θεοῦ, τοῦ εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος σαρκωθέντος, δύο φύσεις ὁμολογοῦμεν, καὶ μίαν ὑπόστασιν· ἕνα τε Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἓν πρόσωπον· δύο δὲ θελήσεις καὶ δύο ἐνεργείας· ἑκάστην φύσιν μετὰ τῆς ἰδιότητος, ἀδιαιρέτως καὶ ἀσυγχύτως. Ἴδιον μὲν γὰρ τῆς θεότητος, τὸ νεκροὺς ἀνιστᾷν, καὶ τὰς θεοσημείας ἐπιτελεῖν· ἴδιον δὲ τῆς ἀνθρωπότητος, τὸ πεινῇν καὶ διψῇν καὶ κοπιᾷν, καὶ τὰ πάθη ὑπομένειν. Ἀσυγχύτως γὰρ ἡνώθη τῇ σαρκὶ καὶ ἀδιαιρέτως, μεθ' ἧς σαρκὸς ἀνελήφθη, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἥξει μετὰ δόξης ἐν τῇ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς, Θεὸς σεσαρκωμένος