1

 2

 3

 4

 5

1

De virtutibus et vitiis

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ Ἰωάννου ∆αμασκηνοῦ, Περὶ ἀρετῶν καὶ

κακιῶν, ψυχικῶν καὶ σωματικῶν. Ἰστέον οὖν ὅτι διπλοῦς ὢν ὁ ἄνθρωπος, ἤγουν ἐκ ψυχῆς καὶ σώματος, διπλᾶς ἔχει καὶ τὰς αἰσθήσεις, καὶ τὰς τούτων ἀρετάς· καὶ πέντε μέν εἰσι τῆς ψυχῆς, καὶ πέντε τοῦ σώματος. Καὶ αἱ μὲν ψυχικαὶ αἰσθήσεις, ἃς καὶ δυνάμεις αὐτὰς οἱ σοφοὶ λέγουσιν, εἰσὶν αὗται· νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις. Αἱ δὲ σωματικαὶ, ὅρασις, ὄσφρησις, ἀκοὴ, γεῦσις, καὶ ἁφή· ὅθεν τοι διπλαῖ τούτων αἱ ἀρεταὶ, διπλαῖ καὶ αἱ κακίαι· ὥστε ἀναγκαῖον εἰδέναι σαφῶς πάντα ἄνθρωπον, πόσα μέν εἰσι τὰ ψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά· καὶ ψυχικὰς μὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως γενικωτάτας τέσσαρας ταύτας, αἵτινές εἰσιν αὗται, ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη· καὶ ἐκ τούτων ἀποτίκτονται ψυχικαὶ ἀρεταί· πίστις, ἐλπὶς, ἀγάπη, προσευχὴ, ταπείνωσις, πραότης, μακροθυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσις θεία, τὸ ἄθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπόκριτον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον, τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθὲς, τὸ ἐλεημονητικὸν, τὸ μεταδοτικὸν, τὸ ἄφοβον, τὸ ἄλυπον, τὸ κατανυκτικὸν, τὸ αἰδεστικὸν, ἡ εὐλάβεια, ἡ τῶν μελλόντων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία. Ἀρεταὶ δὲ σωματικαὶ αὗται, μᾶλλον δὲ ἐργαλεῖα ἀρετῶν, ἐν γνώσει καὶ κατὰ Θεὸν γινόμεναι, ἔξω τε πάσης ὑποκρίσεως καὶ ἀνθρωπαρεσκείας, εἰς προκοπὴν ταπεινώσεως, καὶ ἀπαθείας φέρουσαι τὸν ἄνθρωπον· ἐγκράτεια, νηστεία, δίψα, ἀγρυπνία, 95.88 στάσις παννύχιος, κάμψις γονάτων συνεχὴς, ἀλουσία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, βραχυφαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνη τὸ αὐχμηρὸν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον, μεμονωμένον, τὸ ἥσυχον, τὸ ἀπρόϊτον, τὸ ἐνδεὲς, τὸ αὐταρκὲς, τὸ σιωπηλὸν, τὸ ταῖς οἰκείαις χερσὶν ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια, καὶ ἄσκησις σωματική· ἅπερ ἅπαντα, τοῦ σώματος ῥωστοῦντος, καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου, ἀναγκαιότατα καὶ ὠφελιμώτατα· ἀσθενοῦντος δὲ, καὶ Θεοῦ βοηθείᾳ τούτων περιγενομένου, οὐ τοσοῦτον ἀναγκαῖά εἰσιν, ὡς τῆς ἁγίας ταπεινώσεως, καὶ εὐχῆς τὰ πάντα ἀναπληρούσης. Ὀφείλομεν οὖν εἰπεῖν, καὶ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν, ἤγουν παθῶν· καὶ ψυχικὰ μέν εἰσι πάθη ταῦτα, λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ὑφ' ὧν δηλαδὴ τῶν παθῶν τούτων ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ἤτοι ὁ νοῦς, σκοτιζόμενος, κυριεύεται ὑπὸ πάντων τῶν παθῶν, ἅτινά εἰσι ταῦτα, ἀσέβεια, κακοδοξία, ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμὸς, ὀργὴ, πικρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, καταλαλία, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος, ἀπιστία, πλεονεξία, φιλοϋλία, προσπάθεια, σχέσις γηΐνων, ἀκηδία, μικροψυχία, ἀχαριστία, γογγυσμὸς, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλαρχία, ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναισθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθητικοῦ μέρους, καὶ ἡ συνεχὴς τούτων μελέτη, πλάνη λογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡ ῥίζα πάντων τῶν κακῶν φιλαργυρία, κακοήθειά τε καὶ πονηρία. Σωματικὰ δὲ πάθη· γαστριμαργία,