1

 2

1

Deprecationes iiii

ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ.

Ὁ τῶν οὐρανῶν δημιουργός τε καὶ συνοχεὺς, καὶ παντὸς ἐγκοσμίου καὶ ὑπερκοσμίου Τεχνίτης δημιουργήματος, οὗ τόπος οὐδεὶς τῶν πάντων ἐστίν· εἴπερ τὸ περιέχον τῶν ἐνόντων τόπος ὁρίζεται· ἐν σοὶ πρὸς ἑαυτοῦ ἀσπόρως βρέφος δημιουργηθήσεται, καί σε ταμεῖον εὐρύχωρον δείξει τῆς τὰ πάντα πληρούσης αὐτοῦ καὶ μόνης ἀπεριγράφου θεότητος. Ὅλος ἀπαθῶς ἐν σοὶ συστελλόμενος, καὶ μένων ὅλος ἐκτός; καὶ τόπον ἔχων ἑαυτὸν ἀπερίληπτον! ἐκ σοῦ ὁ τῆς δικαιοσύνης ἀνατελεῖ ἥλιος, δύο φύσεις κἂν Ἀκέφαλοι μαίνωνται· μία ὑπόστασις, κἂν Νεστόριος διαῤῥηγνύηται. Οἱονεὶ γὰρ θεῖον σπόρον πνευματικὸν τὸν ἑαυτοῦ Υἱὸν ἐξαποστελεῖ ὁ Πατὴρ, καὶ σὰρξ ὁ Λόγος ἐκ σοῦ ἀτρέπτως γεννήσεται. Καὶ ἀπαθῶς γεννήσας τὸν Υἱὸν ὁ Πατὴρ τὸ πρότερον φυσικῶς, ἀπαθῶς τὸν αὐτὸν γεννήσει, καὶ τὸ δεύτερον οἰκονομικῶς. Ὥσπερ γάρ τις κόγχος οὐρανόθεν ἐκ τῆς ἀστραπῆς τῆς θεότητος ἐν γαστρὶ ἕξεις, καὶ τέξεις τὸν πολύτιμον μαργαρίτην Χριστὸν, τὸ μονογενὲς φῶς, τὸ μὴ γεννῶν, ἀεὶ δὲ γεννώμενον, οὗ τὸ γεννᾶσθαι ὑποστατικὸν μόνον ἰδίωμα. Ἐν σοὶ καὶ νόμοι φύσεως καινοτομηθήσονται, καὶ τὰ ἄμικτα συμβήσεται. Ἔσται γὰρ παρθενία τίκτουσα. Μίξις θεότητος καὶ ἀνθρωπότητος, πάθους καὶ ἀπαθείας, ζωῆς καὶ θανάτου, ὡς ἂν ἐν πᾶσιν ἐκνικηθείη τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ γὰρ ἐνεργείας Θεοῦ ὑπάρξεις δοχεῖον, ἀλλ' οὐσιωδῶς τῆς τοῦ Θεοῦ ὑποστάσεως· καὶ μοῖραν ἐκ σοῦ προσλήψεται ὁ ∆ημιουργὸς, τὴν ἀπαρχὴν τοῦ ἀνθρωπίνου φυράματος ἐκ Πνεύματος ἁγίου, καὶ τῶν σῶν αἱμάτων σαρκωθείς. Εὐχὴ Ἰωάννου τοῦ ∆αμασκηνοῦ.}1 ∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα, καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων, καὶ ἐνδόξων, καὶ ἀχράντων, καὶ ζωοποιῶν σου μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ' εἰς καθαρισμὸν, καὶ ἁγιασμὸν, καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας, εἰς τεῖχος, καὶ βοήθειαν, καὶ ἀνατροπὴν τῶν ἐναντίων, εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους, καὶ οἰκτιρμῶν, καὶ φιλανθρωπίας· καὶ σοὶ τὴν δόξαν 96.817 ἀναπέμπομεν σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ Ἰωάννου τοῦ ∆αμασκηνοῦ. Πρὸ τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα, καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι. Ἀλλὰ σὺ, Χριστὲ ὁ Θεὸς, ὁ τελώνην δικαιώσας, καὶ Χαναναίαν ἐλεήσας, καὶ τῷ λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μου τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαι μου προσερχόμενον, καὶ ἁπτόμενόν σου, ὡς τὴν πόρνην καὶ τὴν αἱμόῤῥουν. Ἡ μὲν γὰρ τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δὲ τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινὸς, ὅλον σου τὸ σῶμα πολλῶν δέξασθαι, μὴ καταφλεχθείην, ἀλλὰ δέξαι με ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα. Πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν ἐπουρανίων δυνάμεων· ὅτι