1

 2

 3

 4

 5

1

Homilia in ficum arefactam

Βʹ. Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ἤτοι Μανσοὺρ, λόγος εἰς τὴν ξηρανθεῖσαν συκῆν, καὶ εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος.

96.576 Κινεῖ με πρὸς τὸ λέγειν ὁ ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος· ὁ τῶν πατρικῶν κόλπων μὴ ἀποστὰς, καὶ ἐν μήτρᾳ Παρθένου ἀπεριγράπτως κυοφορηθείς· ὁ δι' ἐμὲ γενόμενος, ὃ εἰμί· ὁ ἀπαθὴς ὢν τῇ θεότητι, καὶ ὁμοιοπαθές μοι περιθέμενος σῶμα· ὁ ἐπὶ Χερουβικῶν ἁρμάτων ἐποχούμενος, καὶ ἐπὶ γῆς ἐπὶ πῶλον ὄνου ἐπιβεβηκώς· ὁ βασιλεὺς τῆς δόξης, ὁ ὑπὸ Σεραφὶμ ἅγιος σὺν τῷ Πατρὶ καὶ Πνεύματι εὐφημούμενος, καὶ τὰ τῶν παίδων ψελλίσματα ἐξ ἀπειροκάκου γλώττης ἀποδεχόμενος· Θεὸς ὢν, καὶ ἐν τῇ δούλου μορφῇ ὑπάρχων, καὶ μορφὴν δούλου λαβὼν, ὁ ἄϋλος καὶ ἀόρατος ὢν ὡς Θεὸς, καὶ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα ἀναδεξάμενος· ὁ ἑκουσίως ἐπὶ τὸ πάθος ἐλθὼν, ἵνα μοι τὴν ἀπάθειαν χαρίσηται. Ἐπειδὴ γὰρ εἶδεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ τῇ ἀπάτῃ τοῦ ὄφεως δελεασθέντα, τὸν ἄνθρωπον, ὃν κατ' εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν ἔπλασεν, καὶ τῆς αὐτοῦ ἐντολῆς ἐν παραβάσει γενόμενον, καὶ φθορᾷ ὑποχείριον, καὶ θανάτῳ ὑπεύθυνον, οὐκ ἤνεγκεν ὁ φύσει συμπαθὴς τοῦ ποθουμένου τὴν στέρησιν, ἀλλὰ πολυτρόπως αὐτὸν πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν ἐκάλεσεν, παιδεύσας ὡς δοῦλον ἀγνώμονα, ὡς υἱὸν νηπιάζοντα πολυμερῶς καὶ πολυτρόπως, καὶ πάντα μηχανησάμενος τρόπον, ὅπως τὴν τοῦ τυράννου δουλείαν ἀποσεισάμενος, ἐπανέλθῃ πρὸς τὸν πλαστουργήσαντα. Ἀλλ' ἀδυνάτως εἶχεν πρὸς τὴν ἐπιστροφὴν, ἅπαξ ἑαυτὸν καταδουλώσας τῇ ἁμαρτίᾳ, καὶ συγκραθεὶς τῇ γηΐνῃ ἐπιθυμίᾳ ἐκ προαιρέσεως. 96.577 ∆ιὸ δὴ ὁ ὑπεράγαθος ∆εσπότης ἐξασθενήσασαν τὴν φύσιν ἰδὼν, ταύτην ἀναλαμβάνει. Λόγῳ γὰρ καὶ ἐντολαῖς καὶ προστάγμασι σωτηρίοις ἀπειθοῦντα τὸν ἄνθρωπον βλέπων, τί φησι; ∆εῖ με ἔργῳ παιδεῦσαι τὸν ἀγνοοῦντα. ∆εῖ με ἐπιλαβέσθαι πρὸς τὴν ἀρετὴν, ὅπως συνεθισθεῖσαν ταύτας αὐτὸς ἐργάσηται. ∆εῖ με ὁραθῆναι, καὶ οὕτως ἰατρεῦσαι τὸν ἀσθενοῦντα. ∆εῖ με ἐπιστρέψαι τὸ πλανώμενον πρόβατον, καὶ ὁδηγῆσαι πρὸς τὴν ἀρχαίαν τοῦ παραδείσου μονήν. Πῶς οὖν ἐπιστρέψω μὴ θεωρούμενος; Πῶς ὀδηγήσω τὸν τὰ ἴχνη μου μὴ βλέποντα; ∆ιὰ τοῦτο γέγονεν ἄνθρωπος, ἵνα δι' ὧν ἔπραξέ τε καὶ ἔπαθεν, ἔργῳ διδάξῃ τὸν ἀγνοοῦντα τὸν τρόπον τῆς ἐργασίας τῆς ἀρετῆς· ὅπως αὐτὸν ἰδόντες ἐκ τῶν πατρικῶν κόλπων ἐπὶ γῆν καταβάντα δι' ἡμᾶς οἰκονομικῶς, καὶ ἡμεῖς ἐκ τῆς μητρὸς ἡμῶν τῆς γῆς πρὸς αὐτὸν ἀνέλθωμεν προαιρετικῶς· ἵνα ἐνδείξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς ἡμᾶς. Μείζονα γὰρ ἀγάπην οὐδεὶς δύναται ἐνδείξασθαι, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Πῶς οὖν ὁ μὴ ἔχων ψυχὴν, τὴν ἀγάπην ἐνδείξηται; βʹ. ∆ιὰ τοῦτο ἀναλαμβάνει σάρκα, ἵνα ὀφθῇ ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συναναστραφῇ. ∆ιὰ τοῦτο ἀναλαμβάνει ψυχὴν, ἵνα τὴν ἑαυτοῦ ψυχὴν θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Φίλων δὲ λέγω, οὐ τῶν φιλούντων αὐτὸν, ἀλλ' ὑπὲρ τῶν ποθουμένων παρ' αὐτοῦ. Ἡμεῖς μὲν γὰρ ἐμισήσαμεν αὐτὸν, καὶ ἀπεστράφημεν, ἑτέρῳ δουλεύσαντες, ἀλλ' αὐτὸς ἕστηκεν ἄτρεπτον ἔχων τὴν πρὸς ἡμᾶς ἀγάπην. ∆ιὰ τοῦτο ἔδραμεν ὀπίσω ἡμῶν. Ἦλθεν πρὸς τοὺς μισοῦντας, κατεδίωξε τοὺς φεύγοντας, καὶ φθάσας οὐ τραχύτητι ἤλεγξεν, οὐ μάστιγι ἐπέστρεψεν, ἀλλ' ὡς ἰατρὸς ἄριστος ὑπὸ φρενιτιῶντος