1
Quid est homo
Ἐπιστολὴ τοῦ μακαριωτάτου καὶ φιλοσοφωτάτου κυρίου Ἰωάννου πρεσβυτέρου τοῦ ∆αμασκηνοῦ, πρός τινα πεμφθεῖσα. Τί ἐστιν ἄνθρωπος; 95.244 Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· συνίσταται δὲ ἐκ τεσσάρων στοιχείων, ἤγουν ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς, καὶ χολῆς μελαίνης. Καὶ τῷ μὲν αἵματι ἐν τῇ καρδίᾳ, καὶ ἐν τῇ καρδίᾳ τὸ πνεῦμα· ἡ δὲ χολὴ ἡ ξανθὴ, ἐν τῷ ἥπατι καὶ ἐν τῷ στομάχῳ· ἡ δὲ μελαίνη χολὴ, ἐν τῇ σπλήνῃ, καὶ ἐν τῇ ψόᾳ· τὸ δὲ φλέγμα, ἐν τῷ ἐγκεφάλῳ καὶ ἐν τῇ κοίτῃ. Καὶ ὅσοι μὲν ἐξ αἵματος καθαροῦ τυγχάνουσιν, οὗτοί εἰσι πάντοτε χαίροντες καὶ παίζοντες καὶ γελῶντες, καὶ εἰσὶν ἀνθηροὶ, καὶ καλόχρωοι· ὅσοι δὲ ἀπὸ χολῆς ξανθῆς τυγχάνουσιν, εἰσὶ γοργοὶ καὶ εὔτολμοι, ὀργίλοι καὶ πικροὶ καὶ ἀλλόχρωοι· ὅσοι δὲ ἀπὸ χολῆς μελαίνης τυγχάνουσιν, εἰσὶ ῥᾴθυμοι καὶ ὀλιγόψυχοι, φιλάσθενοι καὶ ὀκνηροὶ καὶ δειλοί· ὅσοι δὲ ἀπὸ φλέγματος τυγχάνουσιν, εἰσὶ λυπηροὶ, καὶ μὴν καὶ ψυχροὶ, ἀμνήμονες καὶ διαλελησμένοι, τὰ πολλὰ κοιμώμενοι, καὶ λευκόχρωοι. Καὶ ἐπὶ μὲν τῆς παιδικῆς ἡλικίας τὸ αἷμα πληθύνεται ἕως ἐτῶν δεκατεσσάρων· ἐπὶ δὲ τῶν νεανίσκων ἡ χολὴ ἡ ξανθὴ πληθύνεται, ἕως ἐτῶν εἴκοσι ὀκτώ· ἐπὶ δὲ τῆς τελείας ἡλικίας ἡ χολὴ ἡ μελαίνη πληθύνεται, ἕως ἐτῶν τεσσαράκοντα δύο· ἐπὶ δὲ τῶν γερόντων τὸ φλέγμα πληθύνεται, ἕως ἐτῶν ὀγδοήκοντα. Καὶ τὰ μὲν παιδία ἐκ τοῦ αἵματός εἰσι θερμὰ καὶ ὑγρά· οἱ δὲ νεανίσκοι ἐκ τῆς ξανθῆς χολῆς, θερμοὶ καὶ ξηροί· οἱ δὲ τέλειοι τῇ ἡλικίᾳ ἀπὸ τῆς μελαίνης χολῆς εἰσὶ ψυχροὶ καὶ ξηροί· οἱ δὲ γέροντες, ἐκ τοῦ φλέγματος εἰσὶ ψυχροὶ καὶ ὑγροί. Ὁ δὲ κρόταφος οὖν τῆς κεφαλῆς ἐστὶν ὁ ἡγεμὼν τοῦ σώματος· καὶ ὅσον ὁ ἐγκέφαλος εὐκατασταθείη καὶ ὑγιαίνοι, καὶ ὅλα τὰ μέλη τοῦ σώματος μετ' εἰρήνης εἰσίν· ἡ δύναμις δὲ καὶ ἡ φρόνησις ἐκ τοῦ ἥπατος ἀναπέμπεται τῷ ἐγκεφάλῳ, καὶ αὐτὴ ἡ ψυχὴ ἐκεῖ ἐστιν, καὶ ὁ βυθὸς τῶν νοημάτων. Ἔχει δὲ ἡ κεφαλὴ ῥαφὰς πέντε· ἔστι δὲ καὶ κεφαλὴ μονόῤῥαφος, καὶ ἔστιν αὐτὴ πάντοτε ὑγιής. Ὁ δὲ ἐγκέφαλος ἔχει μήνιγγας τρεῖς· ὁ μὲν πρῶτος ὑποζωματίας· ὁ δὲ δεύτερος, χαρακοειδής· ὁ δὲ τρίτος, ....τοειδής. Τοῦ δὲ ἐγκεφάλου εἰσὶ μέρη τρία· ὁ μὲν εἷς, κυρεβοειδής· ὁ δεύτερος, ὁ θίτος, καὶ ὁ τρίτος νοερός. Ἔστι δὲ οὐσία θερμώδης. ∆ιαφέρει δὲ τοῦ μυελοῦ ὁ ἐγκέφαλος καὶ ἀνελυπεὶς καὶ ἀναίματος, ὁ δὲ μυελὸς, ῥυπαρὸς καὶ αἱματώδης. Τὸ σῶμα τοῦ ἀνθρώπου ἐκ τεσσάρων στοιχείων συνίσταται, ἐπειδὴ ἔχει ἐν ἑαυτῷ αἷμα, φλέγμα, χολὴν ξανθὴν, καὶ χολὴν μέλαιναν. Ἕκαστον δὲ τούτων τὸν ἴδιον τόπον δημιουργεῖ· τὸ αἷμα εἰς τὸ δεξιὸν μέρος ἐπάνω τοῦ ἥπατος· ἡ χολὴ ἡ ξανθὴ εἰς τὸ ἀριστερὸν μέρος ἐπάνω τῆς σπλήνης· ἡ δὲ χολὴ ἡ μελαίνη εἰς τὰς ψόας ἐπάνω τῶν νεφρῶν· τὸ δὲ φλέγμα εἰς τὸ στῆθος ἐπάνω τοῦ 95.245 πνεύματος. Καὶ τὸ μὲν αἷμα ἐστὶ θερμὸν καὶ ὑγρὸν καὶ γλυκύ· χολὴ ἡ ξανθὴ ἐστὶ θερμή ....