In natale sancti Joannis prophetae (homilia 1)

 προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Κατὰ τί γνώσομαι τοῦτο; Ιδε φησίν, τὰ τρέμοντα τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευκός. Εἰ μέρος ἐνέ

 διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν υλην; Οὐκ ηκουσας Αννης καυχωμένης· ̔Η στεῖρα ετεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ηκουσας τοῦ προφήτου λέ

In natale sancti Joannis prophetae (homilia 1)

Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως εἰς τὸ γενέθλιον τοῦ ἁγίου ̓Ιωάννου τοῦ προφήτου προδρόμου

Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ̓Ισραήλ, οτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ἐπεσκέψατο γὰρ ἡμᾶς καὶ σήμερον ἀνατολὴ ἐξ υψους. ̓Εκαθεύδομεν γὰρ τῇ ῥαθυμίᾳ, καὶ διύπνισεν ἡμᾶς τῇ φιλανθρωπίᾳ· ἐσάλευσε τὰ δώματα, ινα στηρίξῃ ἡμᾶς ἰασάμενος τὰ τραύματα· ἐμάστιξε τὰ αψυχα, ινα παιδεύσῃ τὰ εμψυχα· ἐτάραξε τὴν γῆν, ινα πληροφορηθῶσιν οἱ ἐν ὑπεροχῇ. ̓Εσάλευσεν, οὐκ ἀπώλεσεν· ἐπεσκέψατο, οὐκ ἀπεφήνατο· ον γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ον παραδέχεται. Σεισμὸς τὸν Πέτρον ἐκ φυλακῆς ἠλευθέρωσεν, σεισμὸς τὸν Παῦλον τῶν κλοιῶν ελυσεν, ἐν σεισμῷ ̔Ηλίας ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, σεισμὸς τῆς δεσποτικῆς ἀναστάσεως πρου λαβεν. [̓Ανάστασις γὰρ ἡ παροῦσα ἡμέρα.] ∆ιὰ τί σεισμός; Οπου θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων θόρυβος. ̓Ελέησον τὸν πέλας, καὶ σεισμὸς οὐ σκύλλει σε· νήστευσον ἀπὸ κακίας, καὶ θεὸς οὐκ ὀργίζεται. Εἰπὲ καὶ σὺ προθύμως τὰ τοῦ ∆αυῖδ προσευχόμενος· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· μὴ ὡς τοὺς γίγαντας κατακλύσῃς με, μηδὲ ὡς Σοδομίτας καταφλέξῃς, ἀλλ' ὡς Νινευΐτας ἐλέησον. Ευκαιρον ουν τοὺς αἰσθομένους τῆς τοῦ κυρίου παιδείας εἰπεῖν τὰ τοῦ προφήτου· ̔Η παιδεία κυρίου ἀνοίγει μου τὰ ωτα. Οσοι τοίνυν τὸν θεῖον λόγον ἀπαιτοῦσιν ευτονον, καὶ αὐτοὶ χρεωστοῦσι παρέχειν τὴν ἀκοὴν ὑπήκοον, ινα καὶ οἱ λέγοντες εὐσεβῶς καὶ οἱ ἀκούοντες εἰλικρινῶς δυνηθῶσι θερίσαι τὸ τῆς πίστεως πολύσταχυν δράγμα· ανευ γὰρ πίστεως ουτε <ἡ> ἠχὼ τῆς ἀκοῆς πλατύνεται, ουτε τῶν χειλέων ἡ θύρα διανοίγεται, ουτε τῆς γλώττης τὸ πλῆκτρον κινεῖται, ουτε τῶν φωνιαίων ὀργάνων οἱ αὐλοὶ εὐρύνονται. Καὶ τούτου μάρτυς Ζαχαρίας ὁ ἱερεύς, ὁ παιδευθεὶς δι' ἀπιστίαν πρὸς παιδείαν τῶν ἀπιστούντων, ὁ τῆς ἀρχαγγελικῆς ἀποκαλύψεως σημεῖον ἐπιζητῶν, ὁ τῆς δεσποτικῆς μηνύσεως ἐγγυητὴν ἀπαιτῶν. Τοῦ γὰρ ἀρχαγγέλου Γαβριὴλ εἰρηκότος πρὸς τὸν Ζαχαρίαν, καθὼς ἀρτίως ηκουες τῇ προτεραίᾳ· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου ̓Ελισάβετ γεννήσει υἱόν σοι , ἀποκριθεὶς ὁ Ζαχαρίας ειπεν, ὡς ιστε· Κατὰ τί γνώσομαι τοῦτο; ̓Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Απιστα ὡς ἀληθῶς τοῦ πρεσβύτου τὰ ῥήματα, καὶ πολλῆς ἀντιλογίας γέμοντα. Τὸ γὰρ εἰπεῖν Κατὰ τί γνώσομαι τοῦτο; ἀντὶ τοῦ Ποίαν μοι δίδως ἀπόδειξιν τῶν λεγομένων πληροφορίαν; Κατὰ τί γνώσομαι τοῦτο; ̓Εγὼ γάρ εἰμι πρεσβύτης. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ξωφύσεως λοιπὸν τὸ πρᾶγμα

1

, διαλέλυται τὰ γεννητικὰ μόρια, ῥάβδον κατέχων ἐπιβαίνω, καὶ νεογάμου μοι πεῖραν ἀναζέεις; Οτε τάφος, τότε γόνος; Κατὰ τί γνώσομαι τοῦτο; Φράσον μοι, ω μέγιστε Γαβριήλ. ̓Αναγκαῖον δὲ καὶ τοὺς ἀγνοοῦντας γνῶναι, οτιπερ Γαβριὴλ θεοῦ ανθρωπος ἑρμηνεύεται, ὡς διακονῆσαι τῷ ἐνανθρωπήσαντι, ὡς προοδοποιῆσαι τῷ ἐπιφανέντι, ὡς μὴ μόνον τῇ στείρᾳ, ἀλλὰ καὶ τῇ παρθένῳ τὰ εὐαγγέλια κομίσαι. Ουτος γάρ ἐστιν ὁ Γαβριήλ, ὁ καὶ τὸν ∆ανιὴλ συνετίσας, καὶ τὴν αφιξιν τοῦ κυρίου σὺν ἀκριβεῖ χρόνῳ δηλώσας, καὶ τὸν ̔Αμβακοὺμ τῆς κόμης μετενέγκας, καὶ τοὺς λέοντας τῷ ∆ανιὴλ ὡς ἀσκητὰς ἐν τῷ λάκκῳ ὑποτάξας. Τί ουν ὁ Ζαχαρίας; Καλὸν γὰρ τῆς ἀκολουθίας μὴ δραπετεῦσαί ποτε. Κατὰ τί γνώσομαι τοῦτο; ̓Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου