In sanctum pascha (homilia 8)

 φιλοπαννύχιον τὸ τῶν γυναικῶν ὑπάρχει γένος. Ἐπεὶ οὖν αὗται παρέμειναν ἐν τῷ τάφῳ, ἀναγκαίως συναντήσας αὐτὰς ὁ κύριος ἔφη· Χαίρετε, ἐπειδὴ καὶ ἐκλαύσ

 ταύτην προσαλπίζοντος τὴν ἀνάστασιν καὶ λέγοντος οὕτως· Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν φοβηθήσεσθε. Ματαία ἐστὶν

 μὴ πλησιάσῃς· τῆς Αἰγύπτου ἠλευθερώθης, βουκέφαλον μὴ θεοποιήσῃς· δαιμόνων ἐλυτρώθης, μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους· ἐλευθερίας ἠξιώθης, μὴ γίνου δ

In sanctum pascha (homilia 8)

\

\ ⌧

Σύμβολα πάντα τῆς δεσποτικῆς ἀναστάσεως τῇ τε σωματικῇ εὐωχίᾳ καὶ ψυχικῇ σωτηρίᾳ· πέπαυται δόλος, ἐξώρισται φθόνος, ἄπωσται μάχη, καταπεπάτηται ἡ ἔχθρα, διαλέλυται πόλεμος, εἰρήνη τιμᾶται, ἀσπασμὸς πληθύνεται, ἀγάπη γνωρίζεται, διάθεσις συμπλέκεται, τὸ φάσκον ῥητὸν πεπλήρωται· Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, κἀκεῖνο εἶναι τῇ γνώμῃ ὅπερ πάσχουσι τῇ φύσει. Ὄντως σύμβολα τῆς δεσποτικῆς ἀναστάσεως τὰ παρόντα. ∆ιὰ τί; Ὅτι οὐκέτι τὸν Ἀδὰμ πενθοῦμεν, ἀλλὰ τὸν Χριστὸν δοξολογοῦμεν· οὐκέτι τὴν Εὕαν ὀνειδίζομεν, ἀλλὰ τὴν παρθένον Μαρίαν μακαρίζομεν· οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα, ἀλλὰ τὸν σταυρὸν βαστάζομεν· οὐκέτι τὸν ὄφιν φοβούμεθα, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον δυσωπούμεθα· οὐκέτι εἰς γῆν ἀπερχόμεθα, ἀλλ' εἰς οὐρανοὺς ἀνερχόμεθα· οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα· οὐκέτι ἀκούομεν ἰουδαϊκῶς· Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ἐγενήθη ὁ λαός μου ὡς οὐκ ἔχων ἐπίγνωσιν, ἀλλὰ ψάλλομεν πνευματικῶς· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ∆ιὰ τί; Ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται, ἀλλὰ πάντα φωτίζεται· ὅτι οὐκέτι τὸ καταπέτασμα ῥήγνυται, ἀλλὰ ἡ ἐκκλησία στηρίζεται· οὐκέτι βαΐα φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος. Αὕτη καὶ οὐχ αὗται· μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα, ἡ κυριώνυμος, ἡ τροπαιοῦχος, ἡ τῆς ἀναστάσεως βαβαλίστρια, ἡ τῆς χάριτος καλλωπίστρια, ἡ τῶν πιστῶν εὐωχήτρια, ἡ τοῦ λογικοῦ ἀμνοῦ διαμελίστρια, ἡ τῶν ἀναγεννηθέντων γαλακτοδότρια, ἡ καμνόντων ἀναπαύστρια. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλὰ ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες. Ἀναστάσεως γὰρ ἡ παροῦσα ἡμέρα, οὐχὶ δὲ ὕβρεως· οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀνέρχεται, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Μηδεὶς ὑμῶν τὴν ἡμέραν ταύτην λυπήσῃ, ἀλλὰ θεϊκῶς ψάλλῃ· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ ὁ Ἀδὰμ ἠλευθερώθη, ἡ Εὕα τῆς λύπης ἀπηλλάγη, ἡ ἀνθρωπότης τῆς ὀδύνης ἐλυτρώθη. Σήμερον γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς νυκτίων ἐκ νεκρῶν ἀναστὰς πρὸ πάντων Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ ἐφάνη καὶ πρὸς αὐτὰς ἔφησεν· Χαίρετε, καὶ δι' ὑμῶν ἅπαν τὸ γένος. Χαίρετε, ὁ κύριος πρὸς τὰς γυναῖκας. Ἐροῦσι δὲ πάντως τινές· Καὶ διὰ τί ὁ κύριος ἐγερθεὶς ἐκ νεκρῶν τοῖς ἀποστόλοις πρῶτον οὐκ ὤφθη ἀλλὰ ταῖς γυναιξὶ καὶ ταύταις ἔφη· Χαίρετε; ∆ιὰ τί; Ἐπειδήπερ διὰ γυναικὸς ἡ λύπη ἤνθησεν, ὁ κύριος πάλιν διὰ γυναικὸς τὴν χαρὰν ἐβλάστησεν, ἵνα πληρωθῇ τὸ φάσκον ῥητόν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἀλλὰ μὲν τοῦ κυρίου σταυρωθέντος καὶ τάφῳ προσομιλήσαντος δι' ἡμᾶς, οὐ δι' ἑαυτόν, πάντες οἱ ἀπόστολοι φυγῇ τὴν σωτηρίαν πορισάμενοι διεσκορπίσθησαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· αὗται δὲ αἱ γυναῖκες τῷ φόβῳ ἀγρυπνοῦσαι καὶ παννυχίζουσαι τὸν σωτῆρα προσδεχόμεναι, ὅθεν μέχρι σήμερον