In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi)
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ Ἄγαν αἰδέσιμον ἡμῖν ὁ δαψιλὴς ἑστιάτωρ Χριστὸς καὶ σήμερον προέθηκε τράπεζαν οὐ τῇ συνηθείᾳ τιμωμένην, ἀλλὰ τῇ θεογνωσίᾳ γνωριζομένην· τράπεζαν οὐ τῶν ἐπιγείων γλιχομένην, ἀλλὰ τῶν ἐπουρανίων ἐχομένην· τράπεζαν οὐ τοῖς Σολομωνιακοῖς ὄψοις φαιδρυνομένην, ἀλλὰ τοῖς θεϊκοῖς νόμοις στεφανουμένην· τράπεζαν οὐ πλήθει σιτίων μακαριζομένην, ἀλλὰ θείοις νοήμασι σεμνυνομένην. Τί γὰρ τῆς Σολομωνιακῆς τραπέζης πλουσιώτερον τῆς δαπανησάσης καθ' ἑκάστην ἡμέραν, καθὼς ἡ τρίτη τῶν Βασιλειῶν περιέχει, τριάκοντα κόρους σεμιδάλεως καὶ ἑξήκοντα κόρους ἀλεύρου κεκοπανισμένου καὶ δέκα μόσχους ἁπαλοὺς καὶ ἐκλεκτοὺς καὶ εἴκοσι βόας νομάδας καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν; Ἀλλ' οὐδὲν τὸν μέγιστον Σολομῶνα ἡ τοσαύτη τῶν ὄψων πληθὺς εὐεργέτησεν ἢ πρὸς τελείαν ἀρετὴν ἴθυνεν· τοὐναντίον δὲ αὐτὸν πρὸς τῷ τέλει διαφθεῖραι πεποίηκεν ἀμέτρως βακχεύσασα. Ἡ δέ γε τοῦ κυρίου τράπεζα καὶ σήμερον ἡμῖν δαψιλῶς προτεθεῖσα, ἡ ἄϋλος, ἡ ἀπέριττος, ἡ ἄφθαρτος, ἡ ἀθάνατος, ἡ ἀπερίγραπτος, ἡ ἀλογοθέτητος, οὐ μόνον τὰ ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια βραβεύει· οὐ γὰρ τριάκοντα κόρους σεμιδάλεως προΐεται, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀλεύρου σάτα τρία ἐζυμωμένην χαρίζεται· οὐδ' αὖ ἑξήκοντα κόρους ἀλεύρου προβάλλεται, ἀλλ' αὐτὸν τὸν ἐπουράνιον ἄρτον, λέγω δὴ αὐτὸς ἑαυτῷ ὁ δεσπότης Χριστὸς πᾶσι τοῖς πιστοῖς καθ' ἑκάστην βραβεύει. Ἀλλ' οἶμαι περιττολογεῖν, τὸ τοῦ Σολομῶνος αἰσθητὸν ἄριστον τῇ τοῦ κυρίου πνευματικῇ τραπέζῃ συγκρίνων· ἐκεῖ γὰρ δέκα μόσχοι ἐκλεκτοί, ἐνταῦθα δὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐκεῖ εἴκοσι βόες νομάδες, ἐνταῦθα δὲ μάρτυρες ἀναρίθμητοι ψυχὰς καὶ σώματα εὐεργετοῦσιν· ἐκεῖ ἔλαφοι ἐξοχῆς κεράτων ποικιλλόμενοι, ἐνταῦθα προφῆται πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ἐκεῖ δορκάδες τοξεύματι τὸ ἧπαρ πληττόμεναι, ἐνταῦθα ἀπόστολοι θείοις γράμμασι τὴν οἰκουμένην φωτί ζοντες· ἐκεῖ ὄρνεις ἀλόγως πτερυσσόμεναι, ἐνταῦθα λαὸς εὐσεβὴς πνευματικῶς σκιρτῶντες· ἐκεῖ ἑκατὸν ἄλογα πρόβατα τὸν οἶκον Σολομῶνος μόνον εὐφραίνοντα, ἐνταῦθα δὲ τὸ λογικὸν ἡμῶν πρόβατον Χριστός, παν ταχοῦ γῆς μεριζόμενον καὶ μηδαμῶς μείωσιν δεχόμενον. Ἤκουες ἀρτίως αὐτοῦ τοῦ λογικοῦ προβάτου Χριστοῦ λέγοντος πρὸς τοὺς ἀποστόλους τοῦ κυριακοῦ πάθους τὸν καιρόν, ὅπως ἐν τῷ καιρῷ τοῦ πάθους πάθος μὴ ὑπομείνωσιν. Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ματθαῖος; Καθὼς ἀρτίως ἤκουες· Τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀνελθεῖν καὶ πολλὰ παθεῖν παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Εἶδες δεσποτικὴν τράπεζαν νεκροέγερτον ὀψώνιον κεκτημένην; Τί τοιοῦτον εἶχεν ἡ Σολομῶνος τράπεζα; Ἐκεῖ πάντα σφαγιασθέντα ἀβουλήτως εἰς ἀνυπαρξίαν ἐχώρησεν, ἐνταῦθα τὸ λογικὸν ἡμῶν πρόβατον Χριστός, εἰ καὶ ἐσφάγη, ἀλλ' ὅμως βουλήσει ἐσφάγη, βουλήσει ἐτάφη, βουλήσει ἀνέστη, βουλήσει εἰς οὐρανοὺς ἀνῆλθεν, βουλήσει ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, ἀποδι δοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τότε ἤρξατο· καλῶς ὁ