Sermones 64
ΛΟΓΟΣ Βʹ. 2.1.1 Τῶν ἀκουόντων τὸν λόγον τοῦ θεοῦ καὶ ποιούντων ἀγαθὸν καρπὸν σημεῖα ἐν αὐτοῖς ταῦτά ἐστι στεναγμός, κλαυθμός, προσοχή, σιωπή, κατήφεια, ἐπιμονή, ἡσυχία, κεφαλῆς κίνησις, ὀδυνηρὸς κλαυθμός, πόνος καρδίας ὑπὲρ εὐσεβείας γινόμενος. τὰ δὲ ἔργα· ἀγρυπνία καὶ ἐγκράτεια, νηστεία, πραότης, μακροθυμία, ἀδιάλειπτος εὐχή, μελέτη τῶν θείων γραφῶν, πίστις, ταπείνωσις, φιλαδελφία, πόνος, κακοπάθεια, ἀγάπη, ὑποταγή, ἀγαθωσύνη, κοσμιότης καὶ τὸ ὅλον φῶς, ὅ ἐστιν ὁ κύριος. 2.1.2 τῶν δὲ μὴ ποιούντων καρπὸν ζωῆς αἰωνίου σημεῖά ἐστι ταῦτα· ἀκηδία, μετεωρισμός, περίβλεψις, ἀπροσεξία, γογγυσμός, κέμφωσις ὅ ἐστιν ὁ λάρος τὸ ὄρνεον ὅς ἐστι κοῦφος καὶ προχειρότατος. τὰ δὲ ἔργα· ἀδηφαγία, ἀσωτία, ὀργή, θυμός, καταλαλιά, φυσίωσις, ὑπερηφανία, ἀπιστία, ἀκαιρολογία, ἀκαταστασία, λήθη, ταραχή, αἰσχροκέρδεια, φιλαργυρία, ζῆλος, ἐριθεία, ὑπεροψία, φλυαρία, ἄκαιρος γέλως, ἐθελοδοξία καὶ τὸ πᾶν σκότος, ὅπερ ἐστὶν ὁ σατανᾶς. 2.2.1 Ἐρώτησις. Τί ἐστι σατανᾶς καὶ τί ποτε ἥμαρτεν, ἵνα σατανᾶς γένηται; 2.2.2 Ἀπόκρισις. Πνεῦμά ἐστι λογικόν, ἐγκόσμιον, λαλοῦν πονηρά, διὰ δὲ ἰδίαν κακίαν καὶ σκοτεινὴν προαίρεσιν σκοτεινὸς γέγονεν. ὡς δὲ μυστικώτερον ἀκούειν χρὴ τῶν γραφῶν καὶ βαθύτερον· πρὸ τοῦ γὰρ τὸν Ἀδὰμ κτισθῆναι παρέβη καὶ σατανᾶς γέγονε, τὸ θέλημα τοῦ θεοῦ ποιεῖν μὴ βουλη2.2.3 θείς. «πῶς, γάρ φησιν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος», καὶ ὁ ἀπόστολος· «πρὸ γὰρ τοῦ νόμου ἡ ἁμαρτία ἦν ἐν τῷ κόσμῳ», αὐτὸν ἁμαρτίαν καλῶν τὸν ἀρχηγὸν καὶ εὑρέτην τῆς ἁμαρτίας γενόμενον. καὶ πάλιν περὶ τῆς πτώσεως τοῦ ἀνθρώπου διηγούμενος λέγει· «ἥ τε γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆςδηλονότι τῆς τεθείσης τῷ Ἀδάμἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν». καὶ ἐπάγει· «ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, 2.2.4 ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς». ὥστε ἦν ἤδη ἡ ἁμαρτία (τουτέστιν ὁ διάβολος) πάλιν δὲ διὰ τῆς πρὸς τὸν ἄνθρωπον ἔχθρας καὶ δολιότητος καὶ ζήλου καθ' ὑπερβολὴν ἁμαρτία ἀπεδείχθη. ὢν γὰρ πρὸ τούτου μέγας καὶ ἔνδοξος καὶ ἀρχῇ τινι ἀγγελικῆς δόξης ἐπερειδόμενος θεὸς γενέσθαι ἠθέλησεν εἰς ἀνταρσίαν τῆς θεϊκῆς δόξης χωρήσας, καθὼς γέγραπται· ὁ ἄδικος ἄρχων θεὸς θέλων εἶναι. διὰ τοῦτο οὖν ἐρρίφη εἰς τὴν γῆν σὺν τοῖς ὁμογνώμοσι καὶ ὑπηκόοις αὐτοῦ δαίμοσιν ἀποβληθείς. 2.2.5 Ὁ δὲ ῥιφεὶς καὶ ἐξορισθεὶς ἐκ τῆς ἄνω χώρας καὶ ἀπὸ τοῦ οὐρανίου φρονήματος πεσὼν οὐδὲ εἰς μετάνοιαν ἐχώρησεν, οὐδὲ εἰς ἀκοὴν ἀγαθὴν ἦλθε διὰ δεήσεως δυσωπῆσαι τὸν δεσπότην, ἵνα πάλιν ἔλθῃ εἰς τὸ ἀρχαῖον ἀξίωμα. ἀλλὰ προσθεὶς τῇ ἑαυτοῦ κακίᾳ φθόνον ἐκίσσησε κατὰ τοῦ ἀνθρώπου, ὅτι κατ' εἰκόνα θεοῦ ὑπῆρχεν ἀπὸ γῆς πλασθεὶς καὶ τῶν ὁρωμένων πάντων δεσπότης 2.2.6 ἐτύγχανε. διὸ καὶ δολερῶς αὐτῷ προσῆλθεν ἐπαγγειλάμενος αὐτὸν θεὸν γενέσθαι διὰ τῆς τοῦ ξύλου βρώσεως, ἐξ οὗ ὁ θεὸς ἐκώλυσεν αὐτὸν φαγεῖν. καὶ οὕτω διὰ τῆς τοιαύτης ἐπαγγελίας τὸν ἄνθρωπον κατέσπασεν ἀπὸ τῆς προτέρας δόξης ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν λαβών, καὶ οὕτως αὐτὸν ἁμαρτωλὸν 2.2.7 κατέστησεν. αὐτὸς δὲ καθ' ὑπερβολὴν ἁμαρτωλότερος γενόμενος ἀπεδείχθη διὰ τοῦ γηΐνου φρονήματος καὶ τῆς ὑπερηφάνου οἰήσεως, ἐπιθυμήσας διὰ κακοτεχνίας ἁρπάσαι τὸ δοθὲν τῷ ἀνθρώπῳ ἐν τῷ κόσμῳ δεσποτικὸν ἀξίωμα. ῥιφεὶς