Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
Vita Porphyrii episcopi Gazensis
ΜΗΝΙ ΦΕΥΡΟΥΑΡΙΩ ˉˉΚˉ ϛ ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
1 Τῶν ἁγίων ἀνδρῶν τοὺς ἄθλους καὶ τὸν θεϊκὸν αὐτῶν ζῆλόν τε καὶ πόθον
καλόν ἐστι τοῖς ὀφθαλμοῖς θεωρεῖν (ὁρώμενα γὰρ ἀξιοφίλητα γίνεται), φέρει δὲ ὅμως ὠφέλειαν οὐ μετρίαν καὶ τὰ διηγήματα παρὰ τῶν ἀκριβῶς εἰδότων ταῖς ψυχαῖς τῶν ἀκουόντων ὑπεισερχόμενα. Πιστοτέρα μὲν ἀκοῆς ἡ θέα, πείθει δὲ καὶ ἀκοὴν ἐὰν ὑπὸ ἀξιοπίστων εἴη τὰ λεγόμενα. Εἰ μὲν οὖν ἀρᾳδιούργητος ἔμενεν ἡ τῶν ὠφελίμων διήγησις καὶ μὴ τῇ ἀληθείᾳ τὸ ψεῦδος ἐνεσπείρετο, περιττὸν ἦν τὸ σύγγραμμα τῶν τοιούτων, ἱκανῆς οὔσης καὶ πρὸς οἰκοδομὴν τῆς ἀληθείας ἐκ διαδοχῆς ἀεὶ ἐνσπειρομένης ταῖς ἀκοαῖς τῶν ἐπιγινομένων ἀνθρώπων· ἐπειδὴ δὲ ὁ χρόνος παραφθείρει, εἴτε διὰ τῆς λήθης εἴτε διὰ τῆς ῥᾳδιουργίας, ἀναγκαίως ἐπὶ τὸ παρὸν σύγγραμμα ἐλήλυθα, ἵνα μὴ τῷ μακρῷ χρόνῳ λήθη τις γένηται τοιούτου ἁγίου ἀνδρός, λέγω δὴ Πορφυρίου τοῦ ὁσίου. Τὸ γὰρ μνημονεῦσαι τῶν αὐτοῦ κατορθωμάτων φάρμακον ἀλεξητήριον γίνεται τοῖς ἀκούουσιν.
2 Ἄτοπον γάρ ἐστι ποιητὰς τραγῳδοποιοὺς καὶ ἄλλους τοιούτους συγγραφέας τὸ] εἰς γέλωτα καὶ γραώδεις μύθους καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιιδεῖν λήθῃ παραδιδομένους ἁγίους ἄνδρας καὶ ἀξιομνημονεύτους. Ποίαν γὰρ οὐκ ἂν δικαίως παράσχω δίκην μὴ παραδιδοὺς συγγραφῇ βίον τοιούτου θεοφιλοῦς ἀνδρός, βίον, φιλοσοφίας διδάσκαλον, τοῦ τὴν ἐν οὐρανῷ πολιτείαν ἐζηλωκότος; Πολέμους τε αὐτοῦ καὶ ἀντιστάσεις ἱστορήσωμεν οὐ μόνον πρὸς τοὺς τῆς εἰδωλομανίας ἀρχηγούς τε καὶ προμάχους, ἀλλὰ καὶ πρὸς δῆμον ὁλόκληρον πάσης πεπληρωμένον ἀνοίας. Ἐμνημόνευε γὰρ τῶν τοῦ μακαρίου Ἀποστόλου ῥητῶν δι' ὧν φησιν· «Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Ταύτην τὴν πανοπλίαν ἐνδυσάμενος, εἰς τοὺς ἀγῶνας εἰσῆλθεν ὁ εἰρημένος Ἀπόστολος· ἀλλὰ καὶ τοιούτους καὶ τηλικούτους ἔχων τοὺς ἀντιπάλους, ὁ τὴν ὁμοίαν ἅμιλλαν κεκτημένος τῷ Ἀποστόλῳ Πορφύριος, ἴσην καὶ τὴν νίκην ἀνεδήσατο, καὶ τρόπαιον ἤγειρεν εἰς τὸ μέσον τῆς Γαζαίων τὴν νυνὶ κτισθεῖσαν ὑπ' αὐτοῦ ἁγίαν τοῦ Χριστοῦ ἐκκλησίαν. Παρεῖχεν δὲ αὐτῷ τὴν νίκην οὐχ ἡ ἀνθρωπεία φύσις, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη· ἐραστὴς γὰρ θερμότατος γενόμενος τοῦ Χριστοῦ, πάντα παθεῖν καὶ δρᾶσαι ἠνέσχετο. Πόσας γὰρ πολέμων προσβολὰς ὁ τοιοῦτος ἀνὴρ ὑπὸ τῶν δι' ἐναντίας ἐδέξατο, πόσας συσκευὰς καὶ μυκτηρισμοὺς ὑπέμεινεν.
3 Ἀλλ' ἐπειδὴ πάντα τὰ κατὰ τὸν ἀοίδιμον ἄνδρα οὐ δυνατὸν ἐξειπεῖν, πολλά τε ὄντα καὶ τοῖς πολλοῖς δοκοῦντα εἶναι ἄπιστα, βραχέα ἐκθήσομαι ἅτινα καὶ ἐμνημόνευσα συνοικήσας αὐτῷ πλεῖστον χρόνον καὶ ἀπολαύσας τῆς μακαρίας καὶ φοβερᾶς ἐκείνης ψυχῆς τῆς μετ' ἀγγέλων συμπολιτευομένης. Τοῦτον οὖν τὸν πᾶν εἶδος ἀρετῆς εἰληφότα, τίς οὐκ ἂν δικαίως ἐπαινέσειεν; Οἶδα μὲν οὖν ὡς τῆς ἀρετῆς τοιούτου ἀνδρὸς οὐδεὶς ἂν ἐφίκοιτο λόγος· ὅμως γε ἐγχειρητέον, θαρροῦντός μου ταῖς ἁγίαις αὐτοῦ εὐχαῖς. Συγγράψω δὲ τὴν ἐκείνου εὐφημίαν οὐ κομπῷ λόγῳ· οὔτε γὰρ ἡ καλλιλεξία τὸν βίον τῶν τοιούτων κοσμεῖν εἴωθεν, ἀλλ' ἡ ἀρετὴ τῶν ἔργων καὶ αὐτὴν τὴν φράσιν μεγαλύνει. Ὅθεν κἀγὼ θαρρῶν εἰς τὰς ἁγίας εὐχὰς τοῦ εἰρημένου ἀνδρείου ἀνδρὸς προσέρχομαι τῷδε τῷ συγγράμματι, αἰτούμενος δι' αὐτῶν τὴν παρὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν τε καὶ βοήθειαν εἰς τὸ δυνηθῆναι, οἵᾳ δήποτε προφάσει, τὴν ἀρετὴν τοῦ ἁγίου ἀνδρὸς διηγήσασθαι. Αἰτῶ δὲ τοὺς ἐντυγχάνοντας τῷδε τῷ συγγράμματι μὴ ἀπιστεῖν τοῖς λεγομένοις· αὐτόπτης γὰρ τῆς