In Mariam Sclerenam
Στίχοι τοῦ Ψελλοῦ εἰς τὴν σεβαστὴν ἐπιτύμβιοι
Νῦν κοσμικὴ θύελλα, νῦν κοινὴ ζάλη, νῦν συμφορᾶς ἄπαυστος ἠγέρθη κλύδων· νῦν, οὐρανέ, στέναξον ἐξ ὕψους μέγα καί, γῆ, κάτω βόησον, ὢ δεινοῦ πάθους. νῦν ἀντὶ φωτὸς αἷμα πέμψον, φωσφόρε· νῦν, καὶ σελήνη καὶ χορὸς τῶν ἀστέρων, ἀντ' ἀκτίνων πέμποιτε κρουνοὺς δακρύων· ἀὴρ δὲ καὶ θάλασσα κυματουμένη, ἀχλὺν ἐπενδύθητε καὶ βαθὺν ζόφον. ἡ γὰρ σεβαστὴ καὶ γένει καὶ τῷ βίῳ, τὸ λαμπρὸν ἀξίωμα τῶν ἀνακτόρων, ἡ βαθμὶς ἡ πρόκριτος, ἡ πρώτη βάσις, ἠθῶν ὁ κόσμος, τῶν τρόπων ἡ λαμπρότης, τὸ ζῶν ἄγαλμα, τῶν φρενῶν ἡ σεμνότης, τὸ τερπνὸν ἄνθος, τῆς τρυφῆς τὸ χωρίον, ἡ τῶν Χαρίτων εὐπρεπὴς κατοικία, ἡ πᾶν τὸ κάλλος τῶν ἐν ἀνθρώποις μόνη ἔχουσα καὶ φέρουσα καὶ τῷ δεσπότῃ δείξασα καὶ τέρψασα λαμπρύνασά τε ὡς δένδρον ἀνθοῦν ἐκ νοητῶν κοιλάδων, φεῦ φεῦ, πρὸ ὥρας ἐτρυγήθη ῥιζόθεν. Ὢ δένδρον οἷον ἐξέκοψας, ὦ Χάρων· οὗ ῥίζα μὲν κάτωθεν ἐψυχωμένη, ὁ καρπὸς ἐγλύκαζεν αὐτὴν καρδίαν, τὸ φύλλον οἷον μὴ μαραίνεσθαι χρόνῳ, οὐκ εἰς ἔαρ δ' ἔθαλλε καὶ θέρος μόνον, εἰς πάντα δ' ἤνθει καιρὸν εὐκάρπῳ φύσει. ὢ ποῖος ἀστὴρ φωτολαμπὴς ἐκρύβη, ὢ ποῖος ἔσβη γῆς ἀπαυγάζων λύχνος· μόνη γὰρ αὐτὴ γῆς τε καὶ πόλου μέσον ἄστρον φαεινόν, ἄνθος ἡδονῆς γέμον, τὸ σῶμα λαμπρά, παμφαὴς τὴν καρδίαν, ταῖς ἀρεταῖς στίλβουσα μαργάρου πλέον, ταῖς καλλοναῖς λάμπουσα μᾶλλον χρυσίου, τὸ θῆλυ σαρκὸς ἀρρενοῦσα τοῖς τρόποις, τὸ κόσμιον φέρουσα μέχρι καὶ θέας. ὢ πάντα νικήσασα τῇ σαυτῆς φύσει καὶ πάντα κινήσασα πρὸς θρηνῳδίαν, ὢ πάντα μὲν θέλξασα κάλλει καὶ φύσει καὶ πάντα πληρώσασα νῦν πικροῦ ζόφου, ὢ γῆν καταυγάσασα ταῖς ἀγλαΐαις καὶ νῦν ἀμαυρώσασα τὴν πᾶσαν κτίσιν, ὢ πάντα συγκρύψασα ταῖς εὐμορφίαις τῆς γῆς τὰ κάλλη καὶ τὰ φαιδρὰ τοῦ πόλου καὶ νῦν κρυβεῖσα σωματοφθόρῳ λίθῳ· ὢ πάντα πλήρη στυγνότητος ἐσχάτης καὶ δακρύων γέμοντα καὶ πένθους ξένου, τὸ λαμπρὸν οὐκ ἔχοντα σῆς θέας φάος, τὸ θέλγον οὐ φέροντα σῆς λύρας στόμα. Τίς μοι παρέξει κρουνὸν ᾑματωμένον, τίς δακρύων ἄβυσσον οὐ κενουμένην, ὅπως ἀποκλαύσαιμι τὴν κοινὴν ζάλην, τὴν φλεγμονὴν δὲ τοῦ πάθους τῆς καρδίας τοῖς δάκρυσι δείξαιμι τοῖς ᾑμαγμένοις; ὢ καὶ μάτην ζήσασα τούτῳ τῷ βίῳ, ὢ καὶ μάτην τυχοῦσα λαμπρᾶς ἀξίας καὶ δόξαν ἄκραν συλλαβοῦσα τῆς τύχης, ὢ καὶ μάτην φανεῖσα λαμπρὰ τὴν θέαν καὶ πάντας ἀστράψασα καλλοναῖς ξέναις, στυγνῷ κρυβεῖσα καὶ παρ' ἐλπίδα λίθῳ. Ὁ δεσπότης δὲ σῷ πόθῳ κεκαυμένος καὶ σῶν μεγίστων ἀρετῶν μεμνημένος ἔχων τε τὴν σύμπνοιαν ἐν τῇ καρδίᾳ καὶ τὴν ἄκραν σου ψυχικὴν εὐφυΐαν φέρων τε τῷ νῷ τὴν πικρὰν τιμωρίαν, ἣν ἐν ξένῃ γῇ δυστυχῶς ἐκαρτέρεις, καὶ σὸν παρηγόρημα, σὴν θυμηδίαν, ὅπως μὲν αὐτῷ λάτρις ἦσθα τοῖς τρόποις, ὅπως δὲ καὶ θάλασσα τῶν δωρημάτων, τρυφῆς χορηγὸς καὶ τροφῆς ὑπηρέτις, τούτων ἁπάντων τῶν καλῶν μεμνημένος, ἔσπευδεν ἰσόμετρον ἐκτῖσαι χάριν, ἔσπευδε νικῆσαί σε πλήθει χαρίτων, χειρὸς τοσαύτης εὐπορήσας καὶ κράτους, καὶ πᾶσι τιμᾷ τοῖς καλοῖς καὶ τιμίοις, πλούτῳ σε πολλῷ, λαμπρότητι παγκάλῃ· τοῖς μαργάροις κρύπτει σε, τοῖς λίθοις πλέον, αἴρει πρὸς ὕψος τῆς ὑπερτάτης τύχης, κοινὴν τίθησι τοῦ βίου σε προστάτιν· ἔπειτα μείζους ἐννοῶν βαθμοὺς πάλιν πρὸς μεῖζον αὔξει καὶ μεταίρει σε κλέος, τιμῇ καταστέψας σε λαμπρᾶς ἀξίας καὶ τὴν σεβαστὴν ἐκ γένους καὶ τοῦ τρόπου τιμᾷ σεβαστὴν ἐκ τύχης καὶ τοῦ βίου. ὀφθαλμὸς αὐτῷ, φῶς ὑπῆρχες ἡδύνον, ζωή, πνοή, τὰ πάντα, δόξα καὶ κράτος, ὁρωμένη, λαλοῦσα καὶ κινουμένη. παρῆν γὰρ ἐν σοὶ κάλλος, ἦθος καὶ χάρις, καὶ γλυκύτης ἔμψυχος ἤνθει σῇ φύσει· καὶ πᾶς