Opuscula psychologica, theologica, daemonologica
Τοῦ σοφωτάτου Ψελλοῦ περὶ ψυχῆς Στραφεῖσα ψυχὴ πρὸς ἑαυτὴν καὶ τὴν οἰκείαν φύσιν νοήσασα τάς τε οὐσιώδεις ἑαυτῆς ἁρμονίας ἐπίσταται καὶ τοὺς ἐνυποστάτους ἀριθμοὺς καὶ τὰ τοιουτότροπα σχήματα καὶ ὡς εἰκόνας ἀρρήτους ἔχει τῶν οὐρανίων. ἀνανεύσασα δὲ πρὸς τὸν νοῦν καὶ τὰ νοητὰ ἐνοπτρισαμένη θεάματα τὰς ἐν τῷ παντὶ νοερὰς δυνάμεις κατανοεῖ καὶ θαυμασίαν ἀγάλλεται ἡδονήν, ταῖς τε ἀπολυθείσαις τῶν σωμάτων ψυχαῖς σύνεστι καὶ τὸ θρυλλούμενον τῆς ἀληθείας πεδίον φαντάζεται, ἐπιβάλλει τε νοερῶς τοῖς οὖσι καὶ διακρίνει τὰ ὄντα καὶ αὖθις συνάπτει ἅ τε πέφυκε διακρίνεσθαι καὶ ἃ συνάπτεσθαι. ἀνενεχθεῖσα δὲ καὶ τῶν νοητῶν εἰδῶν καὶ τῷ ὑπὲρ νοῦν ἑνὶ προσεγγίσασα ἀγνώστως ἔχει τὴν ὑπερνόησιν· ἄπρακτος γὰρ ἐκεῖσε καὶ αἴσθησις καὶ φαντασία καὶ δόξα καὶ νοερὰ κατανόησις καὶ πᾶσα ἁπλῶς ἐπιβολὴ καὶ διάκρισις. ὥσπερ δὲ ἐν πυρὶ πολλῷ καὶ ἀφάτῳ τὴν φύσιν ἡ ἡμετέρα τηνικαῦτα πεσοῦσα ψυχὴ ἐπιλέλησται μὲν ἑαυτῆς, ἀμνημονεῖ δὲ ὧν τε ἑώρακε πρότερον καὶ ὧν ἔγνωμεν ἀκριβῶς, μύσασα δὲ τὰς ἑαυτῆς πάσας δυνάμεις τῷ ἀκηράτῳ φωτὶ ἀγνώστως ἐπαναπαύεται. Μὴ τοίνυν ἀπὸ τῶν ἐσχάτων αὐτῆς δυνάμεων καὶ τῶν κοινῶν τοῦ συνθέτου, αἰσθήσεώς φημι καὶ φαντασίας, τὴν οὐσίαν αὐτῆς χαρακτήριζε, ἀλλ' ἀπὸ τῶν ὑπερκειμένων καὶ νοερωτέρων ἐξακριβοῦ. καὶ εὑρήσεις που πάντως αὐτὴν οὐ χωριστὴν μόνον τοῦ σώματος, ἀλλὰ καὶ θείαν ζῶσαν ζωήν. ὁπόσα δέ τις ἐν περιστάσει φθέγγεται τὴν οἰκείαν ζωὴν ἀπολοφυρόμενος, οὐκ ἐκ τῆς ἀκηράτου ψυχῆς προΐεται τὰς φωνάς, ἀλλ' ἐκ τῆς καταμιχθείσης τῷ σώματι καὶ οἷον συναλογωθείσης αὐτῷ. 2 Τοῦ Ψελλοῦ [δε ανιμα ετ μεντε] Νοῦς ἐστιν ἕξις ψυχῆς ἡ τελειοτάτη, ψυχὴ δὲ αὐτοκίνητος οὐσία εἴτ' οὖν ἀθάνατος· τοιοῦτον γὰρ πᾶν τὸ αὐτοκίνητον. οὐχ ἕτερον δέ τι νοῦς ἐστιν, ἕτερον δὲ ψυχή. τῆς γὰρ ψυχῆς ἐχούσης δυνάμεις τὰς μὲν λογικὰς τὰς δὲ ἀλόγους, τῶν λογικῶν αἱ μὲν ζωτικαί εἰσι καὶ ὀρεκτικαί, αἱ δὲ λογικαὶ καὶ γνωστικαί. πάλιν αἱ λογικαὶ καὶ γνωστικαὶ διαιροῦνται εἰς δόξαν καὶ διάνοιαν καὶ νοῦν. τῶν δὲ ἀλόγων αἱ μὲν γνωστικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί· γνωστικαὶ μὲν φαντασία καὶ αἴσθησις, ζωτικαὶ δὲ καὶ ὀρεκτικαὶ θυμὸς καὶ ἐπιθυμία. εἰσὶ δὲ καὶ φυτικαὶ καλούμεναι τρεῖς, θρεπτικὴ αὐξητικὴ καὶ γεννητική. ὁ τοίνυν νοῦς μέρος τῶν λογικῶν καὶ γνωστικῶν δυνάμεων τὸ τρίτον καὶ ἀνώτατον τῆς ψυχῆς ὢν οὐχ ἕτερόν τι παρ' αὐτήν ἐστι. πῶς γάρ, ἥτις καὶ κατὰ τοῦτον μάλιστα θειοτάτη ἀίδιός τε καὶ ἀθάνατος λέλεκται, τούτῳ καὶ μόνῳ χωριζομένη σωμάτων ἡ ἐν σώμασι καθάπερ ἐν χώμασί τισι κατακεχωσμένη καὶ πεφυρμένη καὶ ὡσπερεὶ διά τινος ὀφθαλμοῦ καθαρωτάτου θεωροῦσα τὰ θεῖα τῶν τοῦ σώματος ἐνεργειῶν συνεξανισταμένη. τούτου δὲ καὶ ὁ λόγος ὄχημα. οὐκ ἄλλο τι γὰρ ὑπάρχων ὁ ἐνδιάθετος λόγος νοῦς τίς ἐστιν, ὁ δὲ προφορικὸς ὅμως ὄχημα νοῦ· δι' αὐτοῦ γὰρ ἀδιαστάτως τοῖς θύραθεν προσομιλῶν τῶν ἐντὸς οὐκ ἐξίσταται. Τοῦ Ψελλοῦ περὶ τῶν πέντε δυνάμεων τῆς ψυχῆσ Νοῦς μέν ἐστιν ὁ θεόθεν κατὰ φύσιν κινούμενος καὶ πηγάζων τὰ νοήματα, ὅς γε καὶ τεχνίτου λόγον ἐπέχει εἴ γε ὡς προσήκει προάγεται· διάνοια δὲ αὐτὴ τοῦ νοὸς ἡ ἐνέργεια δι' ἧς νοοῦνται τὰ νοούμενα, ὡς ἂν εἴποι τις 3 τέχνη οὖσα τεχνίτου· δόξα δὲ ἡ τῶν ἀθρόως νοηθέντων τοιῶσδε ἢ τοιῶσδε ἔχουσα ὑπόληψις, καλῶς μὲν εἰ καλῶς νοοῦνται, κακῶς δὲ εἰ τοὔμπαλιν. αἴσθησις δέ ἐστιν ἡ