Orationes forenses et acta
Πρὸς τὴν σύνοδον κατηγορία τοῦ ἀρχιερέως. Ὁ μὲν τοῦ λόγου σκοπός, ὦ θεία καὶ ἱερὰ σύνοδος, ἀληθείας ἐστὶν βάσανος καὶ ἐξέτασις ἢ μᾶλλον, εἰ δεῖ τἀληθὲς ἀνακεκαλυμμένως ἐρεῖν, ἔκθεσις καὶ ἀπόδειξις ἐξωμολογημένων καὶ κοινῶν ἐννοιῶν. οὐ γὰρ ἑτέροις ὧν ἐπικεχείρηκα, ἀλλ' ὑμῖν χρήσομαι μάρτυσι· καὶ οὐκ ἀφαιροῦμαι ὑμᾶς τὸ τοῦ δικάζειν ἀξίωμα, ἀλλὰ τοσοῦτο ποιοῦμαι σεμνότερον, ὅτι μὴ φωναῖς ἀλλοτρίαις, ἀλλ' οἰκείαις γνώσεσί τε καὶ κρίσεσι πρὸς τὴν ψῆφον ἐλεύσεσθε. ὁ μὲν οὖν σκοπὸς τοῦ λόγου τοιοῦτος, τὸ δὲ τέλος καὶ πρὸς ὃ πάντα συννένευκε, καθαίρεσις μὲν ἀσεβείας, ἐπίδειξις δὲ εὐσεβείας, καὶ καινῶν μὲν δογμάτων καὶ ὧν οὐκ ἴσμεν στηλίτευσις, τῶν δὲ συνήθων καὶ ἀληθῶν ἑδραίωσις καὶ βεβαίωσις. εἰ δ' ἐπὶ τούτοις ἀρχιερέως καταψηφιεῖσθε, θαυμάζειν οὐ χρή. ὁ γὰρ βασκαίνων τῷ τοῦ δόγματος λόγῳ, ὥσπερ ἐξ ἀκροπόλεως, τῶν προκαθημένων κατατρέχει τῶν ἡμετέρων ψυχῶν, καὶ ὥσπερ εἴ τις τὰ τῶν ποταμῶν ἐπισχεῖν ἐθελήσειε ῥεύματα, αὐτὸν ἀποφράττει τὸν ὀφθαλμὸν τῆς πηγῆς, τὸν αὐτὸν λόγον, εἴ γε καὶ ἡμᾶς χρεὼν ἐπέχειν τὰς ἐπιρροὰς τῶν αἱρέσεων, τὴν γένναν αὐτὴν ἀνακοπτέον, ἀφ' ἧς τὸ θολερὸν καὶ ἄποτον ῥεῦμα τοῦ πονηροῦ δόγματος προελήλυθεν. εἰ γὰρ καὶ ἀνεῖλε τὸ μεσότοιχον τοῦ φραγμοῦ ὁ πρῶτος καὶ θεῖος λόγος καὶ συνῆψε τὰ διεστῶτα ἑαυτὸν λίθον ἀκρόγωνον ἐμβαλών, ἀλλὰ καὶ πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν καὶ ἐπισπεύδει τὴν ἄναψιν καὶ διαιρεῖ τὰ γένη ὑπὲρ πᾶσαν δίστομον μάχαιραν καὶ τὴν τομὴν ἐμβαθύνει ἄχρις ἐννοιῶν καρδίας καὶ μυελῶν ψυχῆς. τί τοῦ λόγου δηλοῦντος ἐν ἑκατέροις; ἐκεῖ μὲν τὴν τῶν ψυχῶν περὶ τὴν πρώτην ἕνωσιν σύμπνοιαν καὶ τὴν τῶν πρώτων καὶ δευτέρων συναφήν, ἐνταῦθα δὲ τὴν τῶν ἀλλοτρίων μελῶν ἐκκοπὴν καὶ διαίρεσιν καὶ τὴν ἀνάλωσιν τῶν πονηρῶν ἕξεων. ἀλλότρια δὲ μέλη εἰκότως ἂν ὑμῖν νοοῖντο, ὅσα μὴ συγκεκόλληνται πρὸς τὴν τῶν παραδεδομένων δογμάτων παραδοχήν. κἂν εἰ χειρῶν οὖν ἐπέχοιεν λόγον, ἀποκοπτέσθωσαν· κἂν ὀφθαλμῶν, ἀποβεβλήσθωσαν· κἂν εἰ κεφαλῆς ἀξίωμά τις πρὸς ἡμᾶς ἔχοι, διεστραμμένως δὲ ὁρῴη ἢ κολοβὰ καὶ ἄναρθρα φθέγγοιτο, ἐκτεμνέσθω. κατολιγωρητέον δὲ ἡμῖν καὶ πατέρων καὶ τῶν ἔτι πορρωτέρω γενῶν, ἔνθα θεὸς τὸ κινδυνευόμενον; Ἐγὼ γοῦν οὐ τῷ πατριάρχῃ ἀπεχθανόμενος τὸν παρόντα λόγον ξυγγέγραφα, οὐδὲ οἰκείων ἕνεκα ὑποθέσεων τὴν γραφὴν εἱλόμην ποιήσασθαι, ἀλλὰ πάλαι τοῦτον ἑωρακὼς οὐ πάνυ τι τῇ εὐσεβείᾳ προσκείμενον καὶ μήτ' ἐξακριβοῦντα τοὺς τῶν πατέρων κανόνας, καὶ ὁμιλοῦντα μὲν οἷς ὁ ἱερὸς νόμος δίδωσι μή, κοινωνοῦντα δὲ ὧν ἀπείργει, ἀναμιγνύντα τε ἀδεῶς τῷ καθαρῷ καὶ διαυγεῖ καὶ καρδίαν εὐφραίνοντι τῶν θείων δογμάτων πόματι τὸ ἐξίτηλον καὶ ὑδαρὲς καὶ εὔωνον τῶν αἱρέσεων καὶ τὴν ἄχραντον ἡμῶν πίστιν ἐπιθολοῦντα καὶ καπηλεύοντα, ἀσεβείας αὐτὸν ἐγραψάμην, καὶ προῆγμαι, εἴ γε βούλεσθε, σὺν ὑμῖν τούτου κατηγορεῖν. μέλλων δὲ αὐτῶν τῶν ἀγώνων ἐφάπτεσθαι τοσοῦτον ὑμῖν προλέγω καὶ διορίζομαι, ὅτι πολλῶν ἐγκλημάτων τὸν ἀρχιερέα τέως γραφόμενος, ἀσεβείας, τυραννίδος, φόνου, ἱεροσυλίας, πρὸς δὲ καὶ ἀδιαφορίας, καὶ λόγων καὶ πράξεων χαρακτῆρας αὐτοῦ ποιούμενος οὐκ ἀναμὶξ ἅπαντα τίθεμαι, ἀλλ' ἰδίᾳ καθ' ἕκαστον τῶν κεφαλαίων ἐπέξειμι. καὶ ἵνα γε κατὰ λόγον ἡμῖν ἡ γραφὴ προχωροίη, τὸ περὶ τῆς αἱρέσεως πρῶτον ἐξεταζέσθω κεφάλαιον. Ἀξιῶ δὲ ὑμᾶς μὴ μετὰ τῶν ἰδίων προλήψεων ἐπὶ τὴν κρίσιν τοῦ λόγου ἐλθεῖν μηδ', εἴ τι