15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Theologica
Λόγος κβʹ.
Τοῦ αὐτοῦ εἰς τὸ "ἀκολουθήσατε αὐτῷ καὶ τῷ οἰκοδεσπότῃ εἴπατε"
Πολλοῖς πολλάκις ἐζήτηται τὸ τοῦ «οἰκοδεσπότου» ὄνομα, ἐφ' ὃν ὁ Χριστὸς δύο τῶν μαθητῶν αὐτοῦ ἰέναι παρεκελεύσατο· Πέτρος ἦσαν οὗτοι καὶ Ἰωάννης. οἱ δὲ πλείους καὶ καταγεγηράκασι διερευνώμενοι, τίς μὲν ὁ τὸ «κεράμιον» ἐπὶ τῶν ὤμων ἀχθοφορῶν, τίς δὲ ἡ «ἀπέναντι κώμη», ἔνθα δὴ οὗτος εὕρηται τὴν τοιαύτην ὑπηρεσίαν ποιούμενος. ὅθεν καὶ καταμαντευόμενοι τῶν ὀνομάτων, κώμην μὲν τὴν Ναζαρὲτ τίθενται, εἰς ἣν πολλάκις ὁ Χριστὸς ἀναχωρῶν φαίνεται, οἱ δὲ καὶ τὴν Γαλιλαίαν ὁρίζονται· κωμύδριον γὰρ καὶ αὕτη βραχύ. τὸν δὲ τὸ κεραμεοῦν ἄγγος τοῖς ὤμοις ἐπιφερόμενον Σίμωνά φασιν εἶναι, ὃν δὴ καὶ πρὸ τοῦ τὴν λέπραν ἐξηνθηκότα ἰάσατο ὁ Χριστός· φέρεται γὰρ καὶ τοῦτο ἐν ταῖς ἀγράφοις περὶ ὧν ἐθαυματούργησε πίστεσι. τὸν δὲ «οἰκοδεσπότην» τὸν Ναθαναὴλ εἶναί φασιν, οἱ δὲ τὸν Ζακχαῖον ὁρίζονται, περὶ ὧν οὐ πολὺς λόγος, διαμφισβητοῦντες ἀλλήλοις καὶ ἀντερίζοντες. Τοιοῦτόν τι πεπόνθασι καὶ φιλόσοφοι Ἕλληνες. τοῦ γὰρ Πλάτωνος εἰρηκότος ἐν οἷς «ἐπεχείρησε Τιμαιογραφεῖν» «εἷς, δύο, τρεῖς, ὁ δὲ τέταρτος ποῦ;» πάντες σχεδὸν οἱ τὴν λογικὴν συνουσίαν ταύτην ἐξηγησάμενοι περὶ τοῦ ὀνόματος τούτου πρὸς ἀλλήλους διηνέχθησαν· οἱ μὲν γάρ φασι τὸν Κριτίαν εἶναι, οἱ δὲ Κέβητα τὸν Θηβαῖον, οἱ δὲ Ἀπολλόδωρον τὸν Σωκρατικόν, οἱ δὲ τὸν Ἐλεάτην ξένον, οἷς καλῶς Πρόκλος ὁ φιλόσοφος ἐπετίμησεν, ἀφεμένοις μὲν τῶν κρειττόνων θεωρημάτων, περὶ δὲ τὰ μηδὲν ὀνήσοντα καταναλίσκουσι τὴν σπουδήν. τοιοῦτοι καὶ νῦν φοιτῶσι λογοποιοί, οὓς φθάσειεν ἂν ἡ σκιὰ τῶν δεόντων τι φθεγξαμένη, οἱ δὲ καὶ μεγαληγοροῦσιν, ἐπειδάν τι περὶ τῶν σεσιγημένων πολυπραγμονῶσιν. ἐρωτῶσι γάρ, ἐπειδὴ καὶ τούτων ἐνίοις αὐτὸς ἐντετύχηκα, πόθεν ἡ Μωσαϊκὴ ἀπετμήθη ῥάβδος, καὶ πότερον τὸ ἐξηνθηκὸς ξύλον καρύινον ἢ σφινδάμνινον ἦν, περί τε τοῦ ἐν τῷ μέσῳ τοῦ παραδείσου φυτοῦ, οὗ προσαψάμενος ἀπεγυ μνώθη ὁ Ἀδάμ, μυρία πρὸς ἀλλήλους ἀδολεσχοῦσιν· οἱ μὲν γὰρ αὐτὸ συκῆν τίθενται, οἱ δὲ πιότατον ἐλαιόφυτον, ὑπὲρ ὧν ἐγὼ λίαν αἰσχυνόμενος φαίνομαι, καὶ μάλιστα εἴ τινες τῶν ὑπὲρ ἡμᾶς τοιαῦτα φθέγγονται, Οἰκουμένιοι καὶ Γεννάδιοι καὶ Ἡσύχιοι. διὰ τί γὰρ ταῦτα, ἐξὸν λέγεσθαι, ἀποσεσιώπηκεν ἡ γραφή; ἀλλ' οὗτοι τὸ ἐπικαλύπτον ἀναπεταννύοντες ὕφασμα, τερατώδεις τινὰς τελετὰς τοῖς ἀμυήτοις παραδεικνύουσιν· ἀλλ' ἔγωγε τὰ μὲν ἐπικεκαλυμμένα οὐκ ἄν ποτε δημοσιεύσαιμι, τὸ δὲ κρυπτόμενον πνεῦμα τῷ γράμματι, ὡς ἀεὶ ποιεῖν εἴωθα, ἀνακαλύψομαι, τὸ ἐπικάλυμμα ἀφελών. Κώμη μὲν οὖν αἰσθητὴ ἔστω ἣν βούλοιντο οἱ τιθέμενοι, εἴτε Ναζαρὲτ εἴτε Βηθλεὲμ εἴτε τις ἑτέρα κωμηδὸν οἰκουμένη· οὐ διενεχθήσομαι δὲ πρὸς αὐτοὺς οὔτε περὶ τοῦ κεραμεοφόρου οὔτε περὶ τοῦ «οἰκοδεσπότου» τοῦ καταστρώσαντος «τὸ ἀνώγεων»· ἴσως γὰρ ἕκαστος αὐτῶν ὁ μὲν ἀπέτυχεν, ὁ δὲ ἐπέτυχε τοῦ ὀνόματος. οὐ γὰρ καταγνώσομαι πάντων ὁμοίως, ἀλλ' ἔμοιγε οὐ προὔργου τι λέγειν περὶ αὐτῶν, ὅθεν ἔστω παρ' ἐνίοις τὰ ἱστορούμενα ἀληθῆ. ἐγὼ δὲ καὶ πάλιν ὑμᾶς ἐξάψω τῶν τελετῶν καὶ τῶν τοῦ πνεύματος μυστηρίων ἀπάρξομαι. Ζητητέον οὖν τίνες οἱ πεμπόμενοι μαθηταί, καὶ τίς ἡ ἀπέναντι κώμη, καὶ πῶς πρῶτον μὲν ἐντυγχάνουσι τῷ ὑδροφοροῦντι ἀνδρί, ἔπειτα