Historia

 σκαπανεῦσί τε καὶ σιδηρεῦσι καὶ πολλῆς γέμουσι τῆς ἀσβόλης καὶ συνήθης εἶναι τοῖς πρὸς ὅπλα καὶ Ἄρεα βλέπουσι, μηδὲ γυναιξὶ χερνήτισι δυσκολαίνουσα με

 τοῦτον μὲν παρεβλέψατο, γαμβρὸν δὲ ἀνθείλετο. εἰ δέ ποτε καὶ τοιόνδε τι ξυμβέβηκεν, οὐ νόμον, ὦ γύναι, τὸ σπάνιον ἡγησόμεθα. ςοην2.6 ἐπ' ἐμοὶ δὲ καὶ μ

 παλατίου χαλκείαις ῥάβδοις πλατείαις θάτερα τῶν ἄκρων βραχύ τι μετεωρισθεῖσαι κατὰ γῆς βάλλονται κἀντεῦθεν αὐτός τε μετὰ ῥᾳστώνης εἰσεληλύθει καὶ συνε

 μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοὺχ ἀπειργάζετο. Ἀλλ' οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο, καὶ καττύετ

 ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον. Ὁ δὲ βασιλεὺς τοὺς Πέρσας ὁρῶν παρ' οὐδὲν θεμένους τὰς πρὸς τὸν ἑαυτοῦ

 παραθέμενος, ἀλλὰ καὶ σηρικοῖς καταγοητεύσας ἱματισμοῖς καὶ κυπέλλοις καὶ λέβησιν ἀργυρέοις ὑπαγαγόμενος. καὶ τοῖς δελέασι τούτοις τὰ τῶν Σκυθῶν ὑποχα

 στρατείαν ἐκήρυξε, καὶ συμβολῆς γενομένης, κατὰ κράτος ἡττήσας καὶ τοῦτο τὸ βάρβαρον πρὸς σπονδὰς ὑπηγάγετο, μηδ' ἄλλως δεικνύμενον ἀξιόμαχον, οἷα καθ

 Περσαρμένιον ἀπειπόντα περὶ τῶν ὅλων φυγάδα δείκνυσιν. οὐκ ὀλίγον δὲ πλῆθος Περσῶν ἐκεῖθεν ἀπαγαγὼν αἰχμάλωτον πρὸς τὸ Βυζάντιον ἐπανέζευξε. Τοίνυν κα

 γοῦν ἐπὶ τῶν μηχανῶν λίθους στρογγύλους καὶ κούφους διὰ τὸ εὐσύνοπτον ἐς ὅτι πορρωτάτω διαφιέντες, ὡς δοκεῖν ἵπτασθαι τούτους, οὐκ ἀπὸ μηχανημάτων προ

 ἐπιστὰς ὑποκαταβῆναι βραχὺ τὸν Ἀρμένιον προυκαλεῖτο, ὅπως ἐν ἰσοπέδῳ διαγωνίσωνται, εἴπερ ἀληθῶς τὴν μοναθλίαν αἱρεῖται καὶ μὴ ἐπὶ πλεῖστον ἐμπληξίας

 ὧν ηὐμοίρησε πρότερον τὴν Γάγγραν παραστησάμενος, πεῖραν λαβεῖν ἐντεῦθεν τῆς τῶν Ἀρμενίων γνώμης βουλόμενος καὶ ἀκριβῶς γνῶναι πρὸς οἷς εἰσιν. οἱ δὲ π

 πυργωμάτων ὑπενδόντα ταῖς ςοην2.28 τῶν λίθων νιφάσι καὶ πρὸς γῆν καταρρεύσαντα τῶν ἐκ τῆς Ἄγαρ καθεῖλε τὸ φρόνημα. ἐντεῦθεν οἱ τολμητίαι καὶ φυσῶντες

 τῶν ἀρίστων καὶ περιφυγαὶ καὶ ὑποχωρήσεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ' ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα κατεφαίνετο, τὸ δ' ἐναντίον κἂν ἔπιπτεν ἀ

 Ἰωάννῃ, χρημάτων δὲ ἀπορῶν καὶ τὸν βασιλέα Ἰωάννην ὁρῶν ταῖς κατὰ πόλεμον πράξεσι διὰ παντὸς περικλέϊστον οὐδένα εὕρισκε τοῖς κατὰ σκοπὸν ἐκείνῳ συμβα

 τῶν χειρωσαμένων τὰς ἑῴας πόλεις Ῥωμαίων οἱ μάλιστα κράτιστοί τε καὶ ἀναιδέστατοι. Ἔαρος μὲν οὖν ὑπολήγειν ἀρξαμένου τοῦ Λοπαδίου βασιλεὺς ἀπανίσταται

 πράγματα. ὁ δ' αὐτὸς μικρῷ ὕστερον καὶ τὰ Χριστιανῶν ἐξομοσάμενος ὄργια τὴν τοῦ Ἰκονιέως Πέρσου θυγατέρα ἐγήματο. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς συμβεβηκόσι τ

 λέγοιμι καὶ οἰωνοὺς ἀπαισίους τῆς ὑπερέκεινα πορείας τοὺς θανάτους τῶν φιλτάτων ἔχων πρὸ ὀφθαλμῶν, ὅμως οὐδέν τι καὶ πέπονθε μαλακὸν ἢ καθυφῆκέ τι βρα

 ῥᾳστώνης διήνεγκε· τὴν δὲ μετὰ ταύτην ἡμέραν οἰδαίνειν καὶ σφύζειν ἀρξαμένου τοῦ τραύματος, περιωδυνίαις ἐβάλλετο καὶ τίθησιν ἔκπυστον τοῖς ἰατροῖς τὸ

 λεγομένων εἰδήμοσι τάδε φημί. Ἐκ πατρὸς βασιλέως ἔφυν, ἀρχῆς γεγένημαι τῆς ἐκείνου διάδοχος, οὐδὲν ἀπεβαλόμην ὧν εἰς χεῖράς μοι παραδέδωκεν. εἰ δὲ κατ

 οὐκ ἀρετῇ προστιθέμενος τοῦ προτέρου παιδὸς τὸν ὑστερότοκον προτετίμηκα, ἀναγκαίως τὰ εἰκότα ῥηθήσεται. Οὐ μία τίς ἐστι τῷ γένει τῶν ἐπιθυμιῶν ὁδός, ἀ

 δωρεαῖς τε καὶ δαπάναις μεταδιώξας μεγαλοπρέπειαν· καὶ δηλοῦσιν αἵ τε διὰ χρυσίνων πρὸς τοὺς τῆς πόλεως οἰκήτορας συχναὶ διαδόσεις καὶ τῶν ναῶν ὁπόσου

 τυποῦν αὐτοῖς ἀργύρεα ἐτήσια κέρματα εἰς μνᾶς δὶς ἑκατὸν κορυφούμενα. ἐλέγετο δὲ καὶ ἑτέραν ἠρυθροδανωμένην βασίλειον γραφὴν ἐπιφέρεσθαι τὸν Ἀξοῦχον,

 ἀπεφοίβαζον. Θύσας οὖν τὰ ἀναγορευτήρια θεῷ καὶ ἐπιβατήρια σκέπτεται περὶ τοῦ τὸν πατριαρχικὸν κληρωσομένου θρόνον καὶ τοὺς τῆς ἐκκλησίας χειρισομένου

 τούτων διῳκημένων ἐς τὴν βασιλεύουσαν πόλιν ἀνέζευξεν. Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς οὗτος ἐξ Ἀλαμανῶν, γένους τῶν ἐπὶ δόξης καὶ πάνυ λαμπρῶν. αὕτη μέ

 οὖν σμικροπρεπείας θαλασσοκρατοῦσιν οἱ πειραταὶ καὶ κακῶς πεπράγασι ταῖς λῃστρίσιν αἱ παραθαλαττίδιοι Ῥωμαίων χῶραι καὶ ὡς ἂν κατεύξαιντο οἱ διάφοροι.

 χεῖρας παθών. τὰ δ' ἐπὶ τούτοις οἱ μὲν παῖδες ἦσαν ἐν καγχασμοῖς συμβρασσόμενοι τῷ παντὶ σώματι, οἱ δὲ συνοδοιπόροι ἐν μωκείᾳ καὶ θαύματι, εἰ οὕτω κἀπ

 τὸ παλίρρουν αὐτὴν ἐβιάσατο καὶ τὸν ἀναδασμὸν ἔστιν ὅτε καὶ ἐφ' οἷς ἐδικαίωσεν, οὐκ ἐκ τοῦ γνωμικοῦ δ' οἶμαι τοσοῦτον αἰτίου (χρὴ γὰρ ἐν τοῖς ἀδήλοις

 τὸ φρόνημα καὶ χρημάτων ἐπιρρώννυσι διαδόσεσιν, ἃ νεῦρα τῶν πραγμάτων ἀρίστως τῶν πάλαι τις κατωνόμασε. Καὶ οὕτω σὺν θεῷ συλλήπτορι καὶ τῇ πολιούχῳ μη

 συνάγεται τεναγώδη, ὅτι μηδὲ διὰ ψαμμώδους πρόεισι γῆς, ἀλλ' ἐριβώλακος ἁπάσης καὶ μέλανος καὶ εἰς βαθεῖαν σχιζομένης ἀρόταις βουσὶν αὔλακα· χειμῶνος

 ἐπαρωμένους τὸν παντέφορον ὀφθαλμὸν ὡς μὴ χρωμένων σταθμοῖς δικαίοις μηδ' οἰκτειρόντων αὐτοὺς ὡς ἐπήλυδας, μήτε τι κατατιθεμένων ὡς ὁμοπίστοις οἴκοθεν

 θαλπωρῇ ἐκλυόμεθα, κλιντῆρα ἔχομεν τὴν γῆν, στέγην τὸν οὐρανόν, οἱ εὐγενεῖς, οἱ εὐπάρυφοι, οἱ ἐπὶ δόξης καὶ πλούτου καὶ πολλῶν ἐθνῶν κυριεύοντες, τὰς

 σημεῖα τῆς μάχης ἀναδείξας αὐτός τε τὸν ἵππον ἐφῆκε, συχνὰ μυωπίζων τε καὶ ἐγκελευόμενος ὡς τὸν ποταμὸν μετὰ ῥύμης διαβησόμενος, καὶ οἱ λοιποὶ δὲ παια

 προβάντες ἀλώπεκος ἐπὶ ῥηταῖς ὁμολογίαις εἴσω δέχονται Σικελιῶτιν φρουράν, εἰς χιλίους ἀριθμουμένην φρακτούς. καὶ οἱ μὲν καπνὸν φορολογίας ἀποδιδράσκο

 ἀποτελευτῶσα ἐπίπεδον, τετειχισμένον ἀσφαλῶς. ἔνδοθεν δέ εἰσι ποτίμου καὶ διαυγοῦς ὕδατος οὐκ ὀλίγα φρεάτια καὶ ἡ Πειρήνη κρήνη, ἧς ἐν ῥαψῳδίᾳ Ὅμηρος

 τἆλλα μὲν ἐσχεδίαζεν, ὅσα κοινὴν εἰσέφερε λυσιτέλειαν, τῶν δὲ στρατιωτικῶν καταλόγων διαφερόντως ἐφρόντιζε μάλιστα συχνοῖς τε πιαίνων φιλοδωρήμασι καὶ

 τῇ εἰσόδῳ τοῦ προνάου πατεῖν παρεῖχε τῷ εἰσιόντι παντὶ μοναχῷ, λέγων ἀξυμφόρως ἑαυτῷ τὴν ἡλικιώτιδα καὶ φίλην ἡσυχίαν παρώσασθαι καὶ ἐπ' οὐδενὶ ξυνοίσ

 θηλυτεκοῦσαν ἐκτελοῦντος καθ' ὅλον τὸν ταύτης βίοτον, αὐτὸς μὲν μαν1,πτ2.82 σαφῶς οὐκ ἴσημι· ὅ γε μὴν βασιλεὺς εὐγνωμονῶν, ὡς ἔδειξε, καὶ τῷ ἔνδον καὶ

 καθεξῆς ἕτεροι, ἕως πάντας ἡ κλῖμαξ ἐδέξατο. οὐδεὶς οὖν τῶν θεωμένων ἦν, ὃς ἐπὶ τῷ πραττομένῳ τούτῳ ἔργῳ οὐκ ἀνωλόλυξεν ὡς ἐπὶ καινῷ καρδιαλγήσας θεάμ

 γνώμης ἠρέμησαν ἢ τὰ ὅπλα μετὰ ἧτταν κατέθεντο, ἀλλὰ κατὰ τὰ δυσθάνατα τῶν θηρίων ἐφαλλόμενοί τε καὶ προσαλλόμενοι ἐν δεινῷ τίθενται ὅτι μὴ Ῥωμαίων αὐ

 ἅμα δὲ καὶ τὸν λιμὸν αὐτοὺς ἠρέμα ἐπιβοσκόμενον, τὴν εἰρημένην ἐτράποντο. ἐνῆγε δὲ πρὸς τὸ τοιοῦτον μάλιστα ἔργον ὁ καστελάνος Θεόδωρος, ὃς τῆς φρουρα

 θρεμμάτων ἀγέλας τὰ χλωρὰ δρεπομένων τῆς ὕλης, ἀφῆκε τοῖς ἐπιοῦσιν εἰς διασκόρπισιν καὶ ἀναίρεσιν ἐπιτρέψας ἑκάστῳ τὴν διὰ φυγῆς εὕρασθαι σωτηρίαν καὶ

 καθ' ὃ καὶ φρούριον ἐρυμνότατον ἔκτισται, ὃ Ζεύγμινον ἐπικέκληται) χειρίστως τὰ ἐκεῖ διέθετο. τότε καί τις Παίων, μεγέθει μέγιστος καὶ μαν1,πτ2.93 ἀνδ

 μέν, οὐκ ἤνεγκε τὸ γεγονὸς φορητῶς, ἀλλ' ἱκανῶς ἐπαθήνατο. οὐκ ὢν δὲ ψοφοδεής, μηδ' ἀναπίπτων ἐν τοῖς δεινοῖς συναντήμασιν, οὔτε μὴν τῷ οὔρῳ τῶν πραγμ

 τῶν Σικελῶν. Πρεσβείαν οὖν ἐκ Σικελίας ἐπισπασάμενος ἀναπέμπει ταύτην τῷ βασιλεῖ καὶ δεῖται προσσχεῖν οἷς λέγειν οἱ πρέσβεις ἔχουσιν (αἰτοῦνται δέ, ὡς

 χρημάτων ἐκεῖσε μετηγγικότα, εἰς οὐδὲν δὲ τέλος εὔχρηστον Ῥωμαίοις κατηντηκότα ἢ εὐσπούδαστον τοῖς ὕστερον αὐτοκράτορσιν. ἀλλὰ τί πρὸς τὸν ἠγωνισμένον

 καλλίπολιν. Ὄντι δὲ κατὰ Ταρσὸν τῷ βασιλεῖ Μανουὴλ ἡ τοῦ ἐξαδέλφου τούτῳ Ἀνδρονίκου ἐκ τῆς εἱρκτῆς φυγὴ καταγγέλλεται, ἧς τὸ αἴτιον ἦν καὶ ὅσα μὲν ἐρρ

 τὸν βασιλέα ἐπισπώμενον τῆς κόμης ἄγεσθαι ἀγεννῶς, καὶ θάνατον δὲ οὐχ ἧττον ὑφορωμένῳ τὸν γυναικώδη καὶ ἀκλεᾶ. οὐκοῦν τὸ ξίφος γυμνώσας καὶ δοὺς τοῦτο

 ἀκούσοι πατήρ, τὸν Ἰωάννην λέγω, ᾧ καὶ βασιλείας Ἀνδρόνικος μετέδωκεν ἔπειτα, ὡς ὁ λόγος εἴπῃ κατὰ καιρόν, ἐκεῖθεν ἀναχωρεῖ, οἷα τῶν φυλάκων μηκέτι κἀ

 ὅλως ἀνέχεσθαι Ῥωμαίους κρατεῖν τὸν διὰ κοντῶν πόλεμον. μαν1,πτ3.110 Βασιλεὺς δὲ αὐτὸς σύνδυο ἱππότας προσούδισε, καθ' ἑνὸς μὲν ἐπελάσας τὸν ἵππον καὶ

 οὖν ὑπὸ τοῦ βασιλέως πίστεις τῶν λεγομένων, τῇ Κιλικίᾳ ἔτι ἐνδιατρίβοντος, αὐτὸν μὲν ἐφίστησι παραπετάσματι, τὸν δὲ Στυππειώτην ἀπολαβὼν ὡς ἔχων τι μό

 διεκροφῆσαι τὴν πορφύρεον λεκανίδα, ἣν εἶχε μὲν πρότερον ἡ αἰθριώδης τοῦ κοιτῶνος αὔλειος τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, ἡ καὶ ἄνωθεν τοῦ Βουκολέοντ

 μὲν Ἀμάσειαν καὶ Ἄγκυραν ἐκληροῦτο καὶ τὴν Καππαδοκῶν εὐδαίμονα χώραν καὶ ὅσα ταῖς πόλεσι ταύταις προσόμορα, ∆αδούνῃ δὲ ἀπονενέμηνται πόλεις εὐδαίμονέ

 Κωνσταντίνου κηρύττει θρίαμβον. καὶ ἦν εὐπρεπὴς ὁ θρίαμβος, καλλίστοις καὶ τιμήεσι πέπλοις παμφαίνων καὶ τῷ τοῦ κόσμου πολυειδεῖ δαίδαλος· καὶ ἤμελλε

 θέλων τὸν Κλιτζασθλάνην ἐπὶ τοῖς πολυταλάντοις τῶν θησαυρῶν, οἷς ἡ βασιλεία Ῥωμαίων περιερρέετο, ἐν ἑνὶ τῶν κατὰ τὸ ἀρχεῖον λαμπροτάτων ἀνδρώνων ἑξῆς

 πολλάκις ἐπῆγε τὸν πόλεμον, σὺν οὐδενὶ λόγῳ θεσμὰ παρατρέχων καὶ συγχέων σπονδάς, τῇ οἰκείᾳ δ' ἐφέσει ταλαντεύων τὸ πραχθησόμενον. οὐδ' αὐτῆς ἀπέσχετο

 νοσοκομίας ἐπισπῶνται πλείονας, ἵνα ἀντισπῶνται καὶ σταῖεν τὰ πρόσω νεμόμενα. Οὐδ' ὁ Μανουὴλ μέντοι ἐπὶ τούτοις ἡσυχίαν ἠσπάσατο, ἀλλὰ πρῶτα μὲν διὰ

 ὑποβλέπεσθαι γὰρ μή πως Οὖννοι μὲν ὑπ' αὐτοῦ βασιλεύωνται, αὐτὸς δὲ ὑπὸ τοῦ τῶν Ῥωμαίων ἄρχηται βασιλεύοντος. διὰ ταῦτα τοίνυν οὔτε τῷ Στεφάνῳ ἐκεῖσέ

 λεπτάς. ὡς δ' εἶχε πέρας τὰ βουλευθέντα, ἀναπτύσσονται τὰ κλεῖθρα νυκτός, τὸ δεσμωτήριον ἀπραγμόνως ἀναπετάννυται· ὁ παῖς ὑπουργεῖ τῷ ἔργῳ παρ' Ἀνδρον

 τὸν ἐκεῖσε λοχμώδη χῶρον καθυποδὺς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὄρνις ἐκ παγίδος ῥυσθεὶς ἐφέρετο. ὡς δ' ὀψέ ποτε τὸν δόλον ἐκεῖνοι ἔγνωσαν, οἱ μὲν συνέτ

 πρώτην αὐτοῦ θέαν καταπλαγέντων καὶ τὰς πύλας ἀνακλινάντων καὶ δεξαμένων αὐτὸν ἔνδοθι· ὡς δ' οὗτοι τὰς εἰσόδους παντάπασιν αὐτῷ ἐπεζύγωσαν τά τε τείχη

 ἀκμάζουσα ἦν. Ἤγετο δὲ τῶν Παιόνων τις τηνικαῦτα αἰχμάλωτος ἔτι τὸν ἐγχώριον πῖλον ἐπὶ κεφαλῆς ἔχων καὶ τὴν λοιπὴν ἠμφιεσμένος πάτριον στολήν. ἀλλὰ το

 θυγατρὶ τοῦ βασιλέως, μήτε μὴν τῷ τῶν Ῥωμαίων ξυνοῖσον εἶναι πληρώματι τὸν ἐκ φυταλιᾶς ἑτεροφύλου ῥάδαμνον εἰς καλλιέλαιον μετεγκεντρίζειν πιότατον κα

 ὅπερ ἐπεπόνθει, τοῦτο δράσας φιλοτιμότερον, πλουτῶν μὲν καὶ ἄλλως εἶδος ἀξιάγαστον καὶ ὡς ἔρνος ἀναβαίνων ἐλάτινον, ἐπτοημένος δὲ καὶ περὶ τὰς ἐξάλλου

 Ἀνδρονίκου τυρευόμενα ἐξαυτῆς τὸν χάρτην αὐτῷ ἐγχειρίζει. Συνεὶς οὖν Ἀνδρόνικος ὡς χωρεῖν ἐκεῖθεν δέον καὶ ἐγκονεῖν, μηδ' ἕδρας εἶναι τὸ ἀπὸ τοῦδε ἀκμ

 καὶ χειρὶ φιλοδώρῳ πρὸς ἅπαντας χρώμενον, ἴσως δὲ καὶ τοῦ προσόντος αὐτῷ πλούτου ὑποτύφων ἔφεσιν, συλλαμβάνει τοῦτον διάγων ἐν Σαρδικῇ, μήπω ἐπιφωσκού

 διορᾷ καὶ τὰ ὑπὸ γλῶτταν ἐνωτίζεται τονθορυζόμενα. Εἰ μὲν οὖν καὶ βασιλεῖ ἐνεμέσησε τῆς μὴ ἐνδίκου ταυτησὶ πράξεως, οὐ τοῦ παρόντος καταλέγειν καιροῦ·

 συλαγωγοῦντος καὶ τῆς σώφρονος βιοτῆς ὡς ἐξ Ἐδὲμ ἀπελαύνοντος. καὶ πικρόγαμος ἐντεῦθεν γενόμενος ἣν κακῶς ἔβλεψεν οὐδ' ὅλως ἔτι ἑώρακεν. Ὁ δὲ Σικιδίτη

 (Νεόκαστρα γὰρ ὀνομάζονται) οἰκεῖόν τε ἁρμοστὴν ἐκ Βυζαντίου στελλόμενον ἔχουσι καὶ εἰς τὸ βασίλειον ταμιεῖον ἐτήσια ξυμφέρουσι κέρματα. μαν1,πτ5.151

 Ἀνδρόνικος τὸν στρατηγέτην ὑποζωσάμενος ἀπῆρεν ἐκεῖθεν μετὰ πασῶν τῶν δυνάμεων καὶ εἶχεν αὐτὸν ἡμερῶν τινων διαλειπουσῶν ὁ Σάουβος καὶ ∆άννουβις διαπε

 στρατιωτικαῖς μεθόδοις ὑπερφέρομεν. ἤδη δὲ καὶ ἄλλοτέ ποτε συμβαλόντες διημιλλήθημεν Παίοσι, τὴν γῆν αὐτῶν ἐπιόντες καὶ κείροντες. οὕτω τοίνυν καὶ νῦν

 τραύμασι. καὶ οὕτω τοῦ ἀρραγοῦς ἐκείνου διασπασθέντος συντάγματος, οὐκ ἦν ὃς οὐκ ἦν τῶν Ῥωμαίων μὴ βάλλων καὶ καταβάλλων Παίονα ἢ μὴ σκυλεύων τὸν πεπτ

 στέλλει μετὰ δυνάμεως τὸν Παδυάτην Θεόδωρον. τῷ δὲ τοπάρχῃ Νεεμὰν οὕτως ἀναρσίου μετῆν φρονήματος, ὡς εὐθὺς ἐξενεγκεῖν ἀκήρυκτον πόλεμον καὶ Ῥωμαίοις

 παρίστησι τῷ ῥηγὶ καὶ πυνθάνεται, πρὸς ὅτῳ ἔχει τὸν νοῦν, εἰ προσμενεῖ αὐτὸν εἰς Κύπρον ἢ τὴν ἐπὶ Ἱεροσολύμων βαδιεῖται οὗτος. ὁ δὲ ῥὴξ κατὰ τὸν Ἐπιμη

 μυστήρια, πῇ μὲν προσευκτήρια, πῇ δὲ καὶ χαριστήρια ᾄδοντες. Ὡς δὲ οὐδ' οὕτω τὰ κατὰ νοῦν Ἀνδρόνικος ἐξεπέραινε, διὰ προσβολῆς ἰσχυροτέρας ἔγνω πειράσ

 φάρμακον, ὃ δεδώκει τῇ Λακαίνῃ Θώνου παράκοιτις νηπενθές, κακῶν ἁπάντων ἐπίληθες, ἀλλὰ καὶ πολεμικοὺς ἄνδρας ἐκθηλύνειν καὶ ποιεῖν ἀλκῆς ἐπιλήσμονας.

 ἐπιλέκτων καὶ τὰς ἁπάντων ἀνακόψας ὁρμὰς ὑποτίθησιν ἀποσχέσθαι τοῦ ἀνθρώποις μάχεσθαι πάλαι διαμεμηνυκόσιν αὐτῷ ὡς ἑαυτοὺς ἀναιμωτὶ καὶ τὴν πόλιν βασι

 Βλαχέρναις εἰσεδέχετο μέγα καὶ περίπυστον τῆς θεομήτορος τέμενος. μαν1,πτ5.170 καὶ διὰ τῆς τελεσιουργίας τῶν ὅρκων εἰς τὸν ἐξ ὀσφύος αὐτοῦ τὴν σκηπτου

 ὡμιληκότες δρασμὸν βουλεύονται, καὶ ἐπειδὴ τοῖς νεωρίοις ἐνώρμει τῆς πόλεως ναῦς τῶν τριαρμενίων, ἧς δὴ πολυχανδεστέραν ἢ τὸ μέγεθος προφερεστέραν οὔ

 ἐκεχειρίαι τῶν ἀντιτάξεων σπονδαί τε καὶ ξυνθῆκαι καὶ διακηρυκεύματα πρέσβεων ἀπεῖργον τὰς κατ' ἀλλήλων ἐπελεύσεις καὶ ἀπετείχιζον, ἀλλ' ἄμφω πρὸς θερ

 ἀλλήλοις ἀντενεκάλουν τε καὶ προσῆπτον, βασιλεὺς μὲν τὸ πρὸς τὸν εὐεργέτην ἀχάριστον καὶ τὸ ἀμνῆμον τῶν προηγησαμένων εὐποιϊῶν καὶ τῆς εἰς τὸ ἄρχειν τ

 πρέσβεις ἀπράκτους ἀπέπεμψεν. Ὁ δὲ σουλτὰν οὐκ ἀνῆκεν αὖθις τὰ πρὸς εἰρήνην διαλεγόμενος. ἐπεὶ δὲ ἑώρα μὴ προχωρούσας τὰς συμβάσεις, ἀλλὰ καὶ βασιλέα

 βασιλέως αὐτοῦ ἢ ὑποχώρησις καὶ παρέγκλισις ἐπὶ θάτερα· αἱ γὰρ ἅμαξαι κατὰ μέσον ἑλκόμεναι ὑπονοστῆσαι μὲν οὐδαμῶς εἴων τὰς προηγουμένας τάξεις καὶ με

 ταφρώδεις πάσας καὶ ἀγχιτέρμονας ἡ πάροδος ἐκείνη διέσχιστο, εὐρυνομένη βραχὺ καὶ συμπτυσσομένη πάλιν πρὸς τὸ στενόπορον· καὶ ἦσαν αὗται παρὰ τῶν Τούρ

 ἀγλαΐσμασιν ἐκ τριχῶν συγκειμένοις ἱππείων ἐς ἱκανὸν καθιεμένων καὶ περιηρτημένους ἐχουσῶν ἠχητικοὺς κώδωνας. βασιλεὺς δ' ἀναστήσας τῶν περὶ αὐτὸν τὰ

 στρέψας ὁρμὴν οὐχὶ σύ φησιν ὁ διὰ τῆς ἐρήμης ταύτης καὶ στενῆς ὁδοῦ ἐκθλίψας ἡμᾶς καὶ εἰς ἀπώλειαν διηθήσας, ἢ μᾶλλον οἱονεί τινι ὅλμῳ ἐκπιέσας τοῖ

 τὸ Σούβλεον. Οὕτως οὖν εὑρηκὼς τὸν βάρβαρον τὰ πρὸς εἰρήνην ἀληθῶς λαλήσαντα καὶ μὴ ἐπ' ὀργὴν δόλους διαλογιζόμενον αἰτεῖται δι' ἄλλης μαν1,πτ6.190 ὁδ

 σουλτὰν σπονδὰς ὑπεξαίρων καὶ κάτωθεν τῆς ἑαυτοῦ σημαίας μεγαλορρημονῶν αὐτὰς περατῶσαι, ἀνέμῳ ἀναπεπταμένης καὶ πρὸς τὸ τῶν ἀντιπάλων ἀφορώσης μέτωπο

 τῶν σφαλλομένων ἀπώλεια. ἐφ' ἱκανὸν μὲν οὖν ἀντισχὼν ἐκθύμως ἐμάχετο ἀνδρείου φρονήματος καὶ μαν1,πτ6.194 χειρὸς γενναίας ἔργα δεικνύς. ὡς δὲ μάθοι κα

 μαν1,πτ6.196 ποσὶ καὶ φωνῇ πρὸς τὸ φέρεσθαι ὀξέως διήγειρεν, οὐ τὴν εἰς τὸ στρατήγιον φέρουσαν ὁδεύων, ἀλλ' εὐθὺ τῆς τῶν Χωνῶν ὁρμώμενος πόλεως. ἰδὼν

 ἐκείνῳ τὸ πρόθυμον φθάσαι τοὺς πολιορκοῦντας ποθοῦντι πρὸ τοῦ παθεῖν τι τοὺς ἔνδον δεινόν, ὁποῖον οὐκ ἔστι λόγῳ περιηγήσασθαι. οὐκοῦν τὰς νύκτας ἴαυεν

 κατεστράφησαν, οἱ δὲ τῆς πόλεως ταύτης οἰκήτορες κατασοφισάμενοι τοὺς ἔνορκον ἀνάγκην σφίσιν ἐπενεγκόντας μὴ ἂν τὸ τεῖχος ἀναδομήσειν ποτέ, τὰ μὲν πρῶ

 ἅπαντα ὑπισχνεῖται παρέξειν, ὅσα οἱ ἀμεμφῆ τε καὶ δυνατὰ κἀκείνους δέον αἰτεῖν. ἀλλὰ καὶ τὸ χρυσίον πολλαπλάσιον πέπομφε. Καὶ εἰς τόδε μὲν τὰ τῶν Ἀγκω

 τοῖς ῥυηφενέσι καὶ τούτους ἐνέταττεν εὐπετῶς, τὰ πολλὰ τὸ οὖς αὐτοῖς ὑποκλίνων καὶ ἅπερ ᾐτοῦντο ῥᾳόνως ἐκπερατῶν. τισὶ τοίνυν ἐκ τούτων οὕτως εὐρόει τ

 ἥγηται τῆς ζωῆς· εἰ δὲ τοὐναντίον αὐτῷ προσέβλεψε πρὸς πᾶσαν ἀταπεινώτῳ γλυκυθυμίαν τυγχάνοντι καὶ τιθεμένῳ παρὰ φαῦλον ἡδυπάθειαν δυσκόλων ἐπιστάντων

 στρατιωτικὸν ἀτονώτερον ἐργασάμενος καὶ χρημάτων ἀβύσσους εἰς ἀργὰς γαστέρας ὀχετηγήσας καὶ τὰς Ῥωμαϊκὰς ἐπαρχίας ἄγαν κακῶς θέμενος· οἵ τε γὰρ ἀγαθοὶ

 καὶ ὑπ' αὐτοῦ μεμύηται τὰ περὶ αὐτοῦ τρανότερον καὶ θειότερον. Ζητήσεως οὖν γενομένης περὶ τοῦ γραφικοῦ ῥητοῦ, ὅ φησι τὸν σεσαρκωμένον θεὸν προσφέρειν

 κυρωθέντων ἀνάλυσιν ὡς εἰς αὐτὸν τὸν Λόγον μαν1,πτ7.213 διὰ μέσης τῆς σαρκὸς ἀποφερόντων τὸ ἔλαττον, καὶ μάλισθ' ὅτι τὴν κένωσιν καὶ τὸ κατὰ τὸ ἀνθρώπ

 ἀποτεινάμενος τὴν μὲν ἐς τὸν βασιλέα πάροδον μὴ εἶναι ἔφησε νυνὶ ἐφικτὴν διά τι παρεισφρῆσαν ἐκ τῆς νόσου ἐπμόδιον, τῇ δὲ τούτων ἀναγνώσει προσέχειν χ

 τοῦ Μωάμετ τῶν κατηχητικῶν βιβλίων ἀπαλιφῇ, ἐγγραφῇ δὲ ἀνάθεμα τῷ Μωά μαν1,πτ7.219 μετ καὶ πάσῃ τῇ αὐτοῦ διδαχῇ. καὶ τοῦτο δογματίσαντες καὶ κυρώσαντε

 ἀστέρων καὶ ἀνέμων ἐξαισίων ἐκρήξεις μαν1,πτ7.221 καὶ σχεδὸν τοῦ παντὸς μεταστοιχείωσιν προεφοίβαζον, ἐγγαστρίμυθοι πλέον ἢ ἀστεροσκόποι δεικνύμενοι.

 ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Καὶ οὕτω μὲν ὁ Κομνηνὸς Μανουὴλ καταλύει τὸν βίον, βασιλεύει δὲ μετ' αὐτὸν ὁ ἐκείνου παῖς Ἀλέξιος, οὔπω καθαρῶς τῆς ἥβης ἁψάμενος

 αλεχ2.226 τὸ λέγειν ἐκεῖθεν τῆς ἱστορίας τῶν κατὰ τὸν ἄνδρα τοῦτον ἐχέσθω, ὁπόθεν ἔχεσθαι ἄμεινον συναφείας ἕνεκα καὶ τοῦ μὴ παραλιπεῖν τι τῶν ῥηθῆναι

 οἱ δὲ κατὰ τὰς αἶγας τοῦ τῆς βασιλείας αλεχ2.228 ἐρῶσι θαλλοῦ καὶ συνεχῶς ἐρωτιῶσι τουτονὶ δρέπεσθαι, ἔνιοι δὲ τὰς ὗς μιμούμενοι ἐκ τῶν ῥυπαρωτέρων πρ

 ἀποχέτευσιν προύκειντο· καὶ τὸ τοῦ Ἀρχιλόχου ἄντικρυς ἐπεραίνετο, ὅ φησιν, εἰς ἔντερον πόρνης πολλάκις μεταρρυΐσκεσθαι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα μα

 φυταλιᾶς καὶ ζημιωθῆναι ὀλέθρῳ συναναβαῖνον καὶ συμπνῖγον ὡς σῖτον τὸν αὐτοκράτορα. Ἦν δὲ ἄντικρυς ὀριγνωμένη ἃ μὴ τελέεσθαι ἔμελλεν. ὁ γὰρ ἀνὴρ οὗτος

 αὐθάδειαν οἱ πολλοὶ τραχυνόμενοι οἴκους λαμπροτάτους κατέσπασαν καὶ τὰ ἐντὸς τούτων διήρπασαν οἷς διαφερόντως ἔβλεπον ἥμερον ὅ τε πρωτοσεβαστὸς καὶ ἡ

 κατερράγησαν· καὶ τὸ τῆς καισαρίσσης ὁπλιτικὸν οὐκέτι ἀντιπίπτειν ἔχον ὡς τοῖς ἐκ τῶν ἁψίδων κατὰ κορυφὴν οὖσι βαλλόμενον κἀκ τῶν εἰσχεθέντων εἰς τὴν

 ἄψαυστα διαφυλαχθήσονται καὶ ἡμεῖς ἐσοίμεθα ἂν ἀπρονόμευτοι. Τούτοις καὶ τοιούτοις χρησάμενος ῥήμασιν αὐτός τε κάτεισιν εἰς τὸν πρόναον, ἔνθα ὁ λόγος

 ἐπισυνέστησε χρυσίῳ καὶ συμποσίῳ διαφθείρας καὶ καθαιρέσει τοῦτον καὶ ἀπόντα ὑπέβαλεν ὡς δῆθεν τῇ καισαρίσσῃ κατὰ τοῦ βασιλέως ἐπαναστά αλεχ2.242 σῃ π

 ἐκάθευδε, καὶ καθ' ἕτερόν τι σημαινόμενον ἀποκρυβὴν ἑαυτοῦ τὸ σκότος τιθέμενος. εἰ δὲ δεῖ ἀληθέστερον εἰπεῖν, τὰ μὲν νυκτὸς ἔργα τρυφῶν φωτὶ ποιητῷ τὸ

 ἐκκρεμεῖς αὐτοῦ τοὺς Βυζαντίους ἔθετο, ὡς τὰ ἀνὰ χεῖρας προεμένους ἔργα εἰς τὴν περαίαν τείνειν τὸ ὄμμα ἀκταῖς τε καὶ γηλόφοις προσιόντας τῆς πόλεως κ

 ἦσαν δ' οἳ κἀκ πρώτης ὄψεως εὐθὺς τὸν ἐν δέρματι προβάτου κεκρυμμένον λύκον ἐγνώρισαν καὶ τὸν ὅσον οὔπω μετὰ θάλψιν ἐπιθησόμενον ὄφιν καὶ κακῶς τοὺς ὑ

 ὁμόφυλοί σφισιν, ἐξέφυγον τὸ μαχαίρᾳ πεσεῖν. ὅσοι δὲ συνελήφθησαν θανάτῳ ὑπεδικάσθησαν. πάντες μέντοι τὰς οὐσίας ἀπεβάλοντο. αἱ δὲ πλήρεις τῶν δραπετε

 ἅμα τὰ ὀφθέντα πρὸς ἅπερ αὐτῷ ἀπήγγελλεν ὁ βασιλεὺς Μανουὴλ διαζωγραφῶν τῷ λόγῳ Ἀνδρόνικον καὶ οἷον ἀγνοοῦντι τιθεὶς ὑπόψιον. ἀλλ' οὐκ ἔλαθε τὸ τῶν ῥη

 ἀρκούντως ὑποφωνούντων τεθρηνηκέναι, οὐδ' ὅλως καθυπεῖξε ταῖς παραιφάσεσιν, ἀλλ' αἰτήσας καὶ ἔτι μικρὸν ἐνδοθῆναί οἱ προσκαρτερῆσαι τῷ τάφῳ, ἔχειν γάρ

 κἀκείνους συναπαγομένους μία φρουρά. Καὶ πιστοῦταί μοι τὸν λόγον ὁ Καντακουζηνὸς Ἰωάννης παλαμναιοτάταις πυγμαῖς παίων ἐκτομίαν τινὰ Τζίταν καλούμενον

 ὑπόθεσιν. οἱ δὲ οὐδ' ἄκροις ὠσὶ παραδεχόμενοι τὰ φθεγγόμενα καὶ ὡς ἀγχεμάχοις ὅπλοις τοῖς νόμοις τὰς προσβολὰς αὐτῶν ἀπρακτοῦντες μηδὲ συγχωροῦντες τῇ

 τὰ πολεμικὰ γενναῖον καὶ τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς πρὸς τῶν ἑῴων πόλεων δέχεσθαι, ἔτι δὲ πιστοῦσθαι τοῖς ἔργοις πρὸς οἷον ἀντιφέρεται ἀρχηγὸν ὁ

 τῶν γενείων αὐτοῦ ἐπελάβοντο τῶν ἀγοραίων οἱ κυνογνώμονες παρ' οὐδὲν τὴν ἐμπρέπουσαν ἐκείνῳ θέμενοι ὁσιότητα, εἰ μὴ κατένευσε πρὸς τὰ παρ' Ἀνδρονίκου

 μονὴν περί τινα ἐκεῖ που στενοτάτην οὖσαν εἱρκτὴν ἀκλεῶς ἀπάγεται, ἔνθα καὶ ἐφ' ἱκανὸν παρὰ τῶν φυλάκων ἐρεσχελούντων παροινουμένη καὶ λιμῷ καὶ δίψει

 λαμπρότητα ὁμοφώνως ἀνακραγόντας πάλαι αὐτοῖς εἶναι τὸ προβληθὲν δι' ἐφέσεως καὶ μηκέτι καιρὸν εἶναι τοῦ ἀναδύεσθαι· ἦ γὰρ ἂν καὶ βίαν συμμίξωσι, προχ

 τὰς χεῖρας ὡς πρὸς τὸ ποτήριον διάρας καὶ ἑαυτὸν εἰς παθαινόμενον σχηματίσας κατὰ τῶν φρικωδῶν ἐπόμνυσι μυστηρίων, ἁπάντων ἐφεστώτων σχεδὸν καὶ ἀκροωμ

 βασιλευομένῳ ἐῴκει μᾶλλον ἢ βασιλεύοντι, ἐκεῖνα ἐπιτάσσων καὶ δρῶν, ὅσα εἰσηγοῦντό οἱ οἱ ἀποστάται, μέχρι καὶ τοῦ δι' ἀγχόνης τὸ πέρας δέξασθαι τῆς ζω

 εἶχεν εὐθὺς ἐξώρμησε τὴν φήμην προφθάνων, ἣ καὶ τὰ ὑπὸ γὴν κρυπτόμενα διορᾷ καὶ τὰ γενησόμενα πολλάκις ὡς ἤδη γεγενημένα διατρανοῖ. καὶ γεγονὼς κατὰ τ

 τί μὲν ἂν τὰ καινοφανῆ ταῦτα ἔδρασάν τε καὶ ἴσχυσαν γράμματα, ἡ ὀξεῖα τοῦ ἀνδρὸς κατάσχεσις οὐ παρῆκε διαγνωσθῆναι. Τότε δὲ καὶ τὴν πτοίαν ταύτην παρὰ

 ὡς πρόβλημα προυτίθει τῶν ἑλεπόλεων, νῦν δὲ τῷ κριῷ ἐπαναβάλλων ὡς ἐν ὀχήματι προσῆγεν οὕτω τῷ τείχει τὰ μηχανήματα. τῷ τοι καὶ ἦν δακρύειν ἐν ταὐτῷ κ

 τοῦτον πεσόντα καὶ ἀθυμότερον διετέθησαν. βλέψαντες δὲ πρὸς τὸν Ἰσαάκιον Ἄγγελον ἤθελον ὑπείκειν τούτῳ καὶ ὡς σφῶν αὐτῶν προσφέρεσθαι ἀρχηγῷ. οὗτος δὲ

 μάχαιραν ὀξεῖαν τὴν γλῶτταν ἕλκοντι, καὶ χρηστῶν ἐμπλήσας προσδοκιῶν, τὸ δ' ἀληθέστερον εἰπεῖν, τὸν ἑαυτοῦ φονέα καὶ τῆς ἀρχῆς παραλύσοντα τρέφων κατὰ

 διαφιέναι, ἵν' ὅπῃ τὸ ὑποζύγιον ὁρμῴη μονάζων πλάζοιτο. καὶ τάχ' ἂν θηρίοις ἐγεγόνει ανδρον1,πτ1.289 κατάβρωμα, ὃ καὶ ὁ τὴν τιμωρίαν ταύτην ἐκείνῳ ἐπι

 προσεγγίζων. ανδρον1,πτ1.291 Οὗτος τοίνυν ὁ Ἰσαάκιος Ἀνδρονίκῳ οὐχ ὑπείκειν ἐθέλων καὶ τὴν πατρίδα ὡς ἐν ἄστρασι φανταζόμενος καὶ συγγενείας ἢ ἐρατειν

 ἀπεφαίνετο, ὁ δὲ ∆ούκας οὗτος Ἀνδρόνικος, ὡς εἰ διδακτὸς ἦν τοῦ ἀρχῆθεν ἀνθρωποκτόνου καὶ ταῖς τῶν μερόπων χαίροντος συμφοραῖς, καὶ χειρῶν προσεψηφίζε

 λόγος. αἰτοῦνταί τινες Ἀνδρόνικον, οἷς μετῆν παρρησίας, τὰ τῶν κρεμασθέντων καθαιρεθῆναι σώματα. ὁ δὲ ὡς ὁ Πιλᾶτος ἐπὶ τοῦ θεανθρώπου Χριστοῦ ἠρώτησεν

 στρατηγοῦντος ∆αυὶδ τοῦ ἐκ Κομνηνῶν. οὗτος γὰρ ἐς οὐδὲν χρήσιμος τοῖς Θεσσαλονικεῦσιν ὀφθείς, δεξιώτατος δὲ μόνον γενόμενος ἀεὶ δεδιέναι Ἀνδρόνικον κα

 καὶ τούτων κατεπεμβαίνοντες, εἴ τις μὲν κόσμος ἐξ ὕλης προσῆν τιμαλφοῦς, τοῦτον ἀφῄρουν ἐκσπῶντες ὡς ἔτυχεν, αὐτὰς δ' εἰς τὰς τριόδους ἐξέφερον τοῖς π

 μέγιστον καὶ ταῖς γνώμαις ἀσυναφεῖς ἐσμεν καὶ κατὰ διάμετρον ἀφεστήκαμεν, εἰ καὶ σώμασι συναπτόμεθα καὶ τὴν αὐτὴν πολλάκις κληρούμεθα οἴκησιν. ὅθεν κα

 πάλαι τῶν δόμων κυρίους οἱ Σικελοὶ καὶ ἐθεράπευον, τοὺς δὲ λοιπούς, ὅσοι τὰς αὐ ανδρον1,πτ1.304 τῶν οἰκίας παρέτρεχον ὅσα καὶ ᾅδου στόμια ἢ λαβύρινθον

 λοιπὰς ὑπηρεσίας, ὅσας παρὸν τὸ ἔλαιον διατίθησι, χύδην καὶ ἀσώτως ἐκέχρηντο. τὸ δὲ ὡς ἀπὸ πηγῆς προϊὸν ἀκενώτου ἢ ἐξ ἀβύσσου ἀναβάλλον ἐπέρρεε πλησμι

 πέτρας ἀγελάστου ὁ ἐκείνου λόγος καθίκετοκαὶ δι' αἰδοῦς καὶ μόνον ὀφθεὶς τοῖς ἀλλοφύλοις ἤγετο καὶ θώκων ὑπεξίσταντο καὶ ἡδέως αὐτοῦ ἤκουον καὶ πρὸς τ

 ἀνεπιεικῶς διέθετο Ἀνδρόνικος τὸν Ἀλέξιον, ἀλλὰ καὶ ὅσοι περ τῶν ὑπηρετῶν ἐκείνῳ λόγιμοι συλλαβὼν εἶχεν ἐμφρούρους. μετ' οὐ πολὺ δὲ κἀκ τούτων ἀριστίν

 φῆμαι δὲ ἤδη πάντοθεν λύουσαι τὸ πτερὸν τοὺς μὲν Σικελοὺς ἀπήγγελλον Ἐπίδαμνον παραστήσασθαι, ἐς δὲ Θεσσαλονίκην ἀμαχητὶ καὶ εὐθυώρως πορεύεσθαι, Ἀνδρ

 Ἰωάννην, διασύρων οὐ παύεται Τρίψυχος ἀπόπληκτα φθεγγόμενος ῥήματα καὶ βδέλυγμα τοῦτον ἀναγορεύων θείῳ τόπῳ τῷ τὴς αὐτοκρατορίας ἐνιδρυθησόμενον, καί

 γοῦν ἀεὶ μὴ ἐφησυχάζειν, ἀλλ' οὓς οἱ πευθῆνες ἀνήγγελλον αὐτοῖς πολεμίους, τούτους αὐτοψεὶ κατιδεῖν καὶ ἔργοις αὐτοῖς διδαχθῆναι τὸ ἐν μάχαις ὀξύρροπο

 ἀφροντιστοῦντας, ὡς οὐκ ὄντος τινὸς ἀνθισταμένου, καὶ ἀεὶ προχωροῦντας τοῖς ἔμπροσθεν καὶ τῇ τῶν πλειόνων σκύλων ὑποσαινομένους ἐφέσει μέλλειν εἰς τὸν

 ἢ καὶ τοῦ βίου ἐκδημία καὶ ἔσχατον ἄλλο κακὸν συλλελόγιστο, ἐπειδήπερ ὁ ἀνὴρ ὡσεὶ καὶ γραμμὴν μονοδιάστατον καὶ μηκιζομένην εἰς τὸ λεπταλέον καὶ ἀπλατ

 διατεταγμένα εἰσέπραττον καὶ νάρκωσις καὶ πάρεσις χειρῶν, αἳ πρὸς μόνον ἀφεώρων πρότερον τὸ λαβεῖν. πολλοῖς δὲ καὶ τὸ ἐθελουσίως ἀποχαριζόμενον ἀπεπέμ

 οἷς τὴν τούτων διόρθωσιν ἑκόντες ἐκπεριίσταντο. Ταῦτ' εἰρηκὼς ἄνδρες, προσεπῆγεν οἳ καθ' αἷμά μοι προσῳκείωσθε καὶ ὅσοις ἡ πρὸς ἐμὲ πίστις εὔνοιαν

 τὸν πολὺν καὶ λαώδη ὅμιλον καὶ τὸ χειρίζον τὰς ἀρχάς, μή πού τι κατὰ χέρσον ἀπολέσωσιν, ὃ μὴ κλύδων ἠφάντωσεν ἅλιος. καὶ ἦν ἀτεχνῶς γαλήνη διαγελῶσα ἐ

 σοφιστὴν ἐγκωμιάζοντα καλλιρρήμονα καὶ τοὺς νομοτριβεῖς ἄνδρας περὶ πλείστου μάλα τιθέμενον. ανδρον1,πτ2.332 Τὴν δέ οἱ τοῦ σκήνους κατάθεσιν ἐς τὸν νε

 δι' ἐθνῶν τῶν ἁπάντων σχεδὸν διιέναι καὶ ανδρον1,πτ2.334 ἐπὶ πᾶσι τὸ τοῦ Χριστοῦ βαστάσαι καὶ κηρῦξαι ἀποστολικῶς ὄνομα τιμῶν τε τῶν ἀνωτάτω μεταλαχεῖ

 οὐκ ἐξ ὁρισμοῦ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ψηφηφοροῦμεν καὶ ἀποφαινόμεθα συνοῖσον εἶναι κοινῇ καὶ ἰδίᾳ λυσιτελὲς Ἀνδρονίκῳ τῷ σω

 ἤμελλον ὡς πρόβατα σφαγῆς εἰς ἓν συνάγεσθαι ἄθροισμα οἱ ἐν διαφόροις ἐπαρχίαις ἐκτοπισθέντες καὶ οἱ ταῖς ὁπουδήποτε καθειργνύμενοι φυλακαῖς, ὥστ' ὑφίσ

 γεωχαρὲς πνεῦμα ἐφοίβασε δι' ἐπᾳσμάτων, ὁποῖα μὴ ἐκφαίνειν χρεών, ὡς ἐντὸς τῶν ἡμερῶν τῆς ὑψώσεως τοῦ σταυροῦ. ἦν δὲ ἀρχόμενος ὁ Σεπτέμβριος μήν, ὅτε

 οἰκεῖον ἀνακεκαλυμμένως διατρανοῦσι πλημμέλημα τὴν ἐκ τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸ ἱερώτατον τέμενος αἰτοῦντες συγχώρησιν· τὸ δὲ πλῆθος τῆς πόλεως

 ἑστῶτας καὶ θεωμένους τὰ παρ' ἄλλων γινόμενα. οἱ δὲ λογικῶν μαθημάτων ἐν μεθέξει καὶ μέλος ἀπεκάλουν αὐτοὺς σεσηπὸς μὴ συμπάσχον τῷ λοιπῷ τῆς πολιτεία

 περιθέμενος, ὃς ἐς ὀξὺ λήγων πυραμίδι εἴκασται, τὴν βασιλικὴν εἴσεισιν αὖθις τριήρη, δι' ἧς ἐκ τοῦ Μηλουδίου πρὸς τὸ μέγα παλάτιον ἐσαφίκετο. καὶ γενό

 συνυπακούουσαι καὶ συμψάλλουσαι. Ἀλλ' ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ πολυτροπώτατος· ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κ

 ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ πε ανδρον1,πτ2.351 ριστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομ

 κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ· ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε δάκρυον. τοῦτο δ' ἀκηκοὼς Ἀ

 ἦσαν, καὶ αὐτοὶ δὲ οὐχ ἧττον ἠΐθεοι, οἱ μὲν ὀψόμενοι μόνον τὸν ἐλευθερωτὴν Μωσῆν καὶ τὸν ἐπανάγοντα Ζοροβάβελ τὴν αἰχμαλωσίαν Σιών (οὕτω γὰρ αὐτοῖς ἐκ

 δόρασιν ὄρη μετεωρίσειν καὶ μεταθήσειν κομπάζοντες, ὡς καταιβάτῃ πληγέντες ἢ βροντῆς ἤχῳ ἐξαισίας παρακοπέντες τὸν νοῦν τοῖς τῶν κατὰ Μοσυνόπολιν οἰκε

 πάντων αἴτιος τῶν κακῶν, καὶ τοῦ τῶν ὀφθαλμῶν φωτὸς στέρεται ὁ τῶν Χαρωνείων οἰκήσεων ἄξιος. ισααξ2,πτ1.361 Ἦσαν δ' οἳ καὶ πρὸς τὴν Ἐπίδαμνον ἀπεσώθησ

 οἴκαδε πλοῦ. φασὶ δὲ ὡς καὶ τούτων πολλαὶ αὔτανδροι τῷ βυθῷ κατέδυσαν ἀντιπνοίαις περιπεσοῦσαι καὶ καταιγιδώδεσιν ὁμιλήσασαι πνεύμασι. καὶ λιμὸς δὲ κα

 γραμμάτων προσανέχειν ἐς γραμματιστοῦ φοιτῶντα ἐξ ἁπαλῶν ἔτι ὀνύχων καὶ δέρριν ἐξημμένον περὶ ἀριθμῷ διεξιοῦσαν πινακίδιόν τε καὶ γραφεῖον ἀνὰ χεῖρας

 ζώων ἤλασεν ἀγέλας παντοδαπῶν καὶ ὠφελειῶν ἄλλων τὸ οἰκεῖον ἐνέπλησε στράτευμα. Ἠρεμησάντων δὲ καὶ τῶν ἑῴων ἐθνῶν ἄλλοις τε προσκαίροις φιλοτιμήμασιν,

 Ῥωμαίων μετὰ τὴν ἧτταν τοῖς οἰκείοις κατέλεξε τέλεσι, πολλοὺς δὲ καὶ ἀγρίαις ποιναῖς καθυπέβαλεν, ὁποῖος οὗτος ἀπαραίτητος ὢν κολαστής, ἐν οἷς καὶ τὸν

 ἀγέλην ὡς εἰς ισααξ2,πτ1.373 θάλασσαν τὸν Ἴστρον ὥρμησαν καὶ τοῦτον διαπλωϊσάμενοι τοῖς ἐκ γειτόνων Σκύθαις προσέμιξαν· ὁ δὲ βασιλεὺς κατὰ πολλὴν τοῦ

 ἐν ποσὶν οὐκ ἔχων ὁρᾶν, μηδ' ὅτι καταστρατοπεδεύεσθαι εἰδὼς τὸ διάφορον. ισααξ2,πτ1.376 κατατροπαιουχηθέντων δ' οὕτω Ῥωμαίων τά τε σημεῖα ὑπὸ τῶν βαρβ

 τὴν στρατιάν, αἳ τοῦ Χαρσίου λέγονται, εἰς δεξιὸν καὶ εὐώνυμον κέ ισααξ2,πτ1.379 ρας αὐτὴν διαιρεῖ καὶ τὸ μέσον αὐτὸς ἐπέχων τῆς φάλαγγος ἐφίησι τοῖς

 ἐπινηχομένην αὐτοῖς καὶ λαμπρὸν ἀνίστων τρόπαιον. Ἀλλ' οὐκ ἐς πολὺ τὸ ἐκ τῆς ἥττης αἶσχος ὑπενεγκόντες οἱ τοῦ στόλου τοῦ βασιλέως παλίωξιν τῶν λεμβαδί

 τῶν καθ' αἷμα τῷ βασιλεῖ συναπτομένων καὶ τῶν ὅσοι τὰς οἰκήσεις μὴ ἐκτὸς εἶχον τῆς πόλεως πάντες ὑπέκυψαν τῷ Βρανᾷ κἀκ τῶν ἔξωθεν οὐκ ἦν ἐπεισενέγκασθ

 Ἰωάννην ὡς πάλαι τε τῷ Βρανᾷ συνήθη καὶ ὀλίγῳ πρότερον τῆς ἀποστασίας γάμον υἱοῦ θύσαντα μετὰ θυγατρὸς τοῦ Βρανᾶ. ἐφ' οἷς καὶ ὅσοι μὲν ἐπλήρουν τὸν τό

 καὶ κατακρημνίζει τοῦ ἵππου Βρανᾶν. τὸ δ' ἀπὸ τοῦδε περιστάντες αὐτὸν οἱ δορυφόροι τοῦ καίσαρος καταδορατίζουσι. φασὶ δὲ ὡς ἐν τῷ πρώτως ὑπὸ Κορράδου

 τοὺς μὲν ἵππους μὴ ποσὶ κόπτειν τὸ δάπεδον, ἀλλ' ἵπτασθαι κατὰ Πήγασον, αὐτοὺς δὲ ἀορασίᾳ καλύπτεσθαι, ὡς εἰ τὴν κυνέην Ἅιδου ὑπέδυσαν. ἦ πολλὴ τότε ἦ

 πτωχεῦον πλῆθος τῆς πόλεως καὶ τὰ πέριξ διαδραμόντες, οἱ μὲν ἔτι τὰ ὅπλα φέροντες, οἱ δ' ἀμυντηρίῳ τῷ παρευρεθέντι χρώμενοι, τί μὲν οὐχ ἥρπασαν, τί δὲ

 ἕκαστον ἐπιτήδευμα. καὶ ἄλλως δὲ εἰπεῖν, μὴ τοῦ συνήθους ἡγεμόνος, τοῦ οἴνου φημί, αὐτοὺς θωρακίσαντος, μηδ' ἀκριβέστερον σιδήρου πρὸς τὸν ἀγῶνα παραθ

 διαφόρους, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ἐν νῷ βαλλόμενοι ὅλως, μηδ' ὅτι ἐκ τοῦ δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου καταπραξάμενοι θάν

 πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν καὶ ὡς οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκε

 Χωνῶν τῶν ἐμῶν οἰκήτορας, τὰς ἅλωνας κατὰ τὸν θέρειον καιρὸν πυρπολῶν καὶ τὸ προστυχὸν ὡς πολέμιος χειρίστως διατιθέμενος· ἐῶ γὰρ λέγειν ὡς φιλανθρωπε

 Φιλίππου περίβολον καὶ διαταφρεύειν καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρ

 γενονέναι ἐλέγετο· συνήθης δὲ καταστὰς Ἰσαακίῳ πρὸ τῆς ἀρχῆς προείρηκεν αὐτῷ τὴν ἀρχήν, κἀπειδήπερ εἰλήφει πέρας τὰ τῆς προρρήσεως, ἤγετο δι' ὅτι πλεί

 ἀλλοτρίας ἀκούει καὶ μοιχὸς ὁ ∆οσίθεος καὶ ἀναλυομένην ἔσχε τὴν δευτέραν τιμὴν καὶ τοῦ θρόνου κατάγεται. Τὴν δ' ἧτταν μὴ φέρειν ἔχων ὁ βασιλεὺς ἀναμαχ

 Ῥωμαῖοι, ὡς σταδίους διεστάναι πλείους τῶν ἑξήκοντα· οἱ μὲν γὰρ ἔτι τῇ Φιλίππου προσέμενον, ἡμεῖς δὲ περὶ τὰ ἔσχατα τῆς Ἀχριδοῦ γενόμενοι ἡσυχάζομεν,

 ἄλογον ἐπιγνοὺς τὸ πραχθὲν τῶν τε κτήσεων κυρίους αὖθις πεποίηκε καὶ τῶν προτέρων ἠξιώκει δικαστικῶν ἐπιτιμιῶν. τῶν δὲ συμφωνιῶν πεπερασμένων, βασιλεὺ

 δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ' ἑνὸς αὐτῶν τοῦ Κοτπατίνου ἀπεσκοράκισται. οἱ δὲ Τοῦρκοι τὰ τ

 Ἀρμενίων προσδεχθεὶς καὶ συχνὰς ἡμέρας ἐκεῖσε προσδιατρίψας ἐς τὴν Ἀντιόχου πόλιν ὥρμητο μεταχωρεῖν, μέγα ἀεὶ περιβαλλόμενος ὄνομα ἐπί τε συνέσει καὶ

 ἐφορολόγει. κἀν τῷ ἀπαίρειν ἤδη τῆς Παλαιστίνης ὡς σφετέραν ἐδωρήσατο χώραν τὴν Κύπρον τῷ τῶν Ἱεροσολύμων ἡγήτορι ῥηγί, ἵν' ἐκεῖσέ τε τὰς οἰκείας ποιο

 οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνεχώρησε δ' οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν

 συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς συνίστορας ἐκφῆναι τῆς τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ ἀπεβίω τὴν μετ' ἐκε

 μονάζοντα, ἡμῶν ὑπουργησάντων τῷ ἔργῳ, καθ' ἓν τῶν σεμνείων, ἃ συχνά εἰσι καὶ ψυχῶν πάντα σωτήρια κατὰ τὸ ὄρος τὸν Παπύκιον, περὶ οὗ καὶ εἰπεῖν οὐκ ὀλ

 παλιρρόθιον πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοισι διηνεκέσι κρεῶν γέραιρε, ὡς Ἀγαμέμνων πάλαι τὸν Αἴαντα, καὶ ἐνάγων πρὸς τὴν τῶν προ

 πολὺ τοῦ χαλεποῦ ἐκείνου τόπου καὶ μηδαμῇ διάφευξιν ἔχοντος ὁ αὐτοκράτωρ, οἱ βάρβαροι τηνικαῦτα μεθ' ὅτι πλείστου ὁμάδου ἐπέθεντο. ἀλλ' οὐδ' οἱ τοῦ πε

 ὑπειλήφασιν ὡς εὐσεβῶν μυριάδας τῆς ὁποιασοῦν ὑπό τινος αὐτῶν παροινήσεως ἀντάλλαγμα καὶ ἀντίψυχον ἐκδίδωσιν ὁ θεὸς συγκινηθεῖσιν ἔθνεσι καὶ ὡς πρόβατ

 τῶν Βλάχων καὶ Σκυθῶν ἐπιδρομάς. κακουργοῦντος δὲ τοῦ τῶν Σέρβων ζουπάνου καὶ τὰ Σκόπια φθείροντος, ἄπεισι κατ' αὐτοῦ· καὶ ὡς συνερρώγεσαν αἱ τάξεις κ

 ἐλάβοντο. καὶ ᾔδει μὲν βασιλεὺς παλιμβόλων ἀνδρῶν τεχνάσματα ταῦτα καὶ κατεσχηματισμένα προβλήματα, ἐπαινέσας δ' ὅμως τὸ γεγονὸς ὡς αὐτῷ ξύμφορον τῶν

 φιλάνθρωπος τοὺς μὴ ἑαυτοὺς ἐλεοῦντας οἰκτειρήσασα ἐπέβρισε τῷ ἀνθρώπῳ ἐξ ὕλης μοχθηροτέρας, ἥτις τὰ ἄρθρα τοῦ σώματος ἀναμοχλεύουσα ἐπενέμετο καὶ ἐπέ

 ἐνεδήμει χρόνον τῇ βασιλίδι τῶν πόλεων ὑπὸ τοῦ βασιλέως τούτου πραττόμενα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οὑτωσί πως διετετράνωτο. ἐτρύφα καθ' ἡμέραν λαμπ

 λαμπρυνόμενος ἦν καὶ θρυπτόμενος, ὡς οὔτις ἄλλος ἐπ' ἔργοις θαυμαστοῖς ἁβρυνόμενος. ᾤετο γὰρ προσένεξιν τὴν ἀφαίρεσιν καὶ πρόσθεσιν τὴν μετάθεσιν, οὐκ

 τοῦτον εἰς ἀνάπαυλαν τῶν καχεκτούντων ἀπέταξεν οὐδενὸς φεισάμενος ὁπόσα πρὸς ῥῶσιν ὁρῶσι τῶν ἀσθενούντων, καὶ πυρὸς τὸ προσάρκτιον κλίμα τῆς πόλεως ἀφ

 κλῆρον τὸν δίκαιον. Καὶ ὁ μὲν ἀπαίρει τοιοῦτον τρέφων τὸ πρόθυμον καὶ ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρῶν· ἡ δ' ὑπερκειμένη πάντων χεὶρ καὶ ῥοπὴ ἔτι ἦν ὑ

 ὃν ἔφερε ταῖν χεροῖν, τὴν εἰκόνα τοῦ βασιλέως, ἥτις κατὰ τὸ εἰς εὐχὴν ἀποτεταγμένον αὐτῷ οἰκίδιον χρώμασιν ἐπὶ τοίχου ἐστήλωτο, τοὺς ὀφθαλμοὺς διαλωβη

 μὲν εἶχε μετὰ τοῦτο τὸ πάθος, ἡμερῶν συχνῶν μὴ προσενεγκάμενον σῖτον διὰ τὴν σεισάχθειαν τῆς κολάσεως, τῶν βασιλείων ἔνδοθι κάθειρξις πρόσκαιρος, καὶ

 εἰπεῖν, ὡς καὶ χαρίζεσθαι τῷ καιρῷ τε καὶ τοῖς πράγμασι βιαζόμενος διαφίησιν ἔπειτα τὰ στρατεύματα εἰς ἤθη τὰ οἰκεῖα ἐπανελθεῖν μηδένα θέμενος λόγον,

 τῆς ἀρχῆς ἀρχὴν προσφάτων οἰωνίζοντο συμφορῶν τά τε Ὀσίριδος καὶ Τυφῶνος ἐβάλοντο κατὰ νοῦν, ὑφ' ὧν ἐκακοπράγησεν Αἴγυπτος. Εἰσελθὼν δὲ τὸ τῆς τοῦ θεο

 κύματα, χρυσοφορῶν ἦν καὶ τὴν ἀκοὴν ὅλην ἀναπεταννὺς καὶ πᾶσαν ἔντευξιν χαριζόμενος τοῖς ἐκ τῆς μερίδος τῶν συνεφαψαμένων αὐτῷ τῆς ἀρχῆς καὶ ἀφειδῶς ἀ

 Πέρσης τῷ καιρῷ καταχρώμενος οὐκ ἄλλως τὴν εἰρήνην ἐδέχετο, εἰ μὴ αὐτίκα δωρήσεταί οἱ βασιλεὺς ἀργυρίου κεντηνάρια πέντε κεκομμένα εἰς νόμισμα, ἐτησίω

 εἶχεν αὕτη πρὸς Ἰσαάκιον. ὁ δὲ ἀπεδυσπέτει καὶ πρὸς μόνην ἠγανάκτει τὴν τῶν ἐπιστελλομένων ἐνήχησιν, βασιλεύειν, οὐ μὴν βασιλεύεσθαι λέγων μαθεῖν, καὶ

 φιλοκρινήσετε, οὐκ ἂν ἐφ' ὁτιοῦν εὐδοκιμηκότα εἴσεσθε τουτονί· οὔτε γὰρ πολέμοις ὡμίλησε καὶ κινδύνοις ὑπὲρ Ῥωμαίων παρενεβλήθη συστρατευόμενος καὶ συ

 ὑποσαινόμενος ἐλπίσι μή τινων ἐνδεεστέραις, ὡς εἰ τοὺς Βλάχους διελθὼν ἐς τὰ οἰκεῖα ἤθη τοῦτον ἀπενέγκαι, πλεῖστα ἂν αὐτῷ κατάθοιτο λύτρα ὁ βασιλεύς.

 πεπολισμένη) τοῖς περὶ τὸν Πέτρον ἀντέστησαν. ἡ γὰρ φήμη ἅμα ἕῳ οὐκ ἐπ' ἄκρων μόνον τῶν τοῦ Τερνόβου τειχέων ἀλλὰ κἀν τοῖς ἔξω καὶ πόρρωθεν τὸν τοῦ Ἀσ

 ἐκ θεοῦ μαστιγώσεσιν. Ἕλληνες δὲ τὴν αἰτίαν ἐξήτησαν τοῦ λοιμοῦ καὶ τοῦ μάντεως πυθόμενοι Κάλχαντος οὐκ ἀφῆκαν τὸ κακὸν ἀθεράπευτον, παρ' οὐδὲν θέμενο

 περιηγκωνισμένους τὰς χεῖρας κύκλῳ περιάγων ὁ Πέρσης ἐδείκνυ τοῖς ἐπὶ τῶν τειχῶν καὶ παρῄνει, ἕως ἡ πόλις τοῖς πολεμίοις ἀβάπτιστος κύμασι, τὴν ἐκείνη

 καὶ περιττὸς τῷ παιδοκομῆσαι τὸν ῥῆγα. ἦν δὲ καὶ τὰ δι' αὐτῶν πρεσβευόμενα χρημάτων ἀποδόσεις πολυταλάντων ἀλαζονεῖαί τε καὶ κόμποι καὶ αὐχημάτων ἐγχω

 διανειμάμενος ἀχρείοις οὖσι πᾶσι καὶ ἀπεσβεσμένοις τοὺς λύχνους τοῦ σώματος, τῆς μὲν προθέσεως ταύτης μεθ' ὅλης συντονίας ἀπῇρε, μικροῦ μηδ' αὐτὸς εἶν

 πρωτουργὸν τοῦ συστρέμματος καὶ πρὸς ἡγεμονίαν ἐπιλεγέντα βαρυτέρᾳ τιμωρίᾳ τῶν λοιπῶν ὑπεδίκασε· στέφος ἐκ χαλκοῦ ἐπιτάξας γενέσθαι, ἐγκαρσίους ἔχον ὀ

 ἐσεῖται παντελῶς μέτριος. ἄρξας δ' οὖν ἑτεροῖος ὦπτο παντάπασι καὶ πάντας ἐν τοῖς καθ' αὑτὸν εἰκαιομύθους ἀπέδειξε πράγμασιν. Ἵν' οὖν τὰ πλείω παραγκω

 Ἀνδρόνικός τε ὁ Κοντοστέφανος, ὃς Εἰρήνῃ τῇ ταύτης θυγατρὶ συνηυνάζετο, καὶ ὁ ταύτης ὁμαίμων ὁ Καματηρὸς Βασίλειος μικροῦ τῷ γενομένῳ καὶ ἀπεπνίγησαν.

 ὁμόφυλον, τοῖς πρόσω βαίνων διὰ παντὸς καὶ δυναστείαν ἑαυτῷ μνηστευόμενος, φρουρᾷ παραδίδοται. εἶτα ἀνεθεὶς καὶ σταλεὶς ἐπὶ τῷ φρουρῆσαι τὴν Στρούμμιτ

 ὀνειδισμοὶ δὲ τοῦ λεὼ καὶ αἱ κερτομίαι τούτοις ἐπιπίπτουσαι κατεπίεζον. Ἓξ μὲν οὖν μῆνες ἐξίκοντο, καὶ ἡ βασιλὶς Εὐφροσύνη τῶν βασιλείων ἀποβέβλητο. ἐ

 διαπραχθὲν ἢ καὶ λεχθὲν ἀφώρατον, μηδὲ λάθῃ τις αὐτὸν εἰς τὸν ἐκείνου χῶρον παρεισιών. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν Θεσσαλονίκην αλεχ3,πτ1.491 ἀφικόμενος

 ἐνδέων τοῦ ἀκριβοῦς, χαρίεις τὸ ἦθος, μάλα τε τοὺς λόγους ἀποτορνεύειν εἰδὼς καὶ ἀπομηκύνειν ἐς περιόδους ῥητορικῶς· ὁ Εἰρηνικὸς ἦν οὗτος Θεόδωρος, κα

 κλήσεως ἐπυνθάνετο, καὶ ὅστις ὁ συλλαβὼν ἀνηρώτα, καὶ εἴ τι τῆς οὐσίας ἀπολωλέκει, καὶ εἰ παῖς ἢ θυγάτριον ἢ αλεχ3,πτ1.495 ἄλοχος ὑπό του τῶν Περσῶν ἀ

 ἀποθαρρεῖ ὅπερ ὁ λόγος λέξων ἔρχεται. ἔπασχε τὰ ἄρθρα τοῦ σώματος κατὰ κύκλον οἱονεὶ καὶ περίοδον, τοὺς δὲ πόδας καὶ μάλιστα ὕλης ἐνσκηπτούσης μοχθηρο

 ἑαλωκυίας μέντοι χερσὶν ἐραστῶν ἀναιδῶν μηδὲ τιμωμένων ὀβολοῦ παρ' ἐχέφροσιν, οὔτε αλεχ3,πτ1.499 μὴν ἐχόντων τὸ μεγαλοπρεπὲς αὐτῆς συνιδεῖν μηδ' εὐλαβ

 ἀνεζεύγνυον, ὁ δὲ τὴν Βιζύην φυλάσσων Ῥωμαϊκὸς στρατός, μαθὼν ἐπανιέναι τοὺς Σκύθας, τὴν ἐπ' αὐτοὺς ἐτράπετο. ἐπεὶ δὲ καὶ ξυνέβαλον ἀμφότερα τὰ στρατε

 τούτοις τίς ἂν καὶ ἀνέξεται ὅλως ταῖς βαρβαρικαῖς ταύταις καὶ ἀχαριτώτοις χώραις διατρίβειν ἐπὶ πολὺ δι' οὐδὲν ἢ μικρὸν ὄφελος, τῆς σικύων καὶ τῶν πεπ

 φρούριον καὶ ὁ Χρύσος συνείληπτο καὶ Ῥωμαίοις εὔφημον τὸ ἔργον τόδε γεγένητο καὶ πολλῶν ἐσέπειτα καμάτων ἀναίρεσις, εἰ τὰ πρὸς καθαίρεσιν τοῦ τείχους

 πρεσβεύοντας, οὓς ὡς πολεμίους ἦν δεδιώς. ὀψὲ δὲ τῶν τοιούτων σκεμμάτων μεθαρμοσθεὶς Ῥωμαίοις αὐτὰς ἐκδέδωκε, τὴν μὲν Εἰρήνην συνάψας τῷ Παλαιολόγῳ Ἀλ

 νεουργεῖν τόποις καὶ αὔξειν μὲν τὸ ἐμφύλιον αὐτῷ στράτευμα, σμικρύνειν δὲ τὸ Ῥωμαϊκόν, ἐνιαχοῦ δὲ καὶ ὡς δύσχρηστον τιθέναι ἀπόμαχον, εἰ μή τις αὐτῷ ἐ

 λόγον τῆς σωτηρίας ἑαυτῶν ποιησάμεοι. ἀμέλει καὶ εἶχε Ῥωμαίους μετὰ μικρὸν αὐτὰ ταῦτα διαπραττομένους, ὁπόσα ἔστρεφε κατὰ νοῦν. ὁ γὰρ δὴ πρωτοστράτωρ

 ἀνάμνησιν εἶναι τοῦ τεθνάναι τε καὶ ἀναβιῶναι δι' ἡμᾶς τὸν Κύριον τὴν τῶν θείων μυστηρίων μετάληψιν κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Κύριλλον, καὶ ὡς ὃ ἂν μ

 βασιλέα οὐδαμῶς συνετίθετο, ἀλλὰ μηδ' ἂν ἑτέρως σπείσασθαι διετείνετο, εἰ μὴ χωρῶ καὶ πόλεων ἐγγράφως αὐτῷ βασιλεὺς ὑπεκσταίη, ὁπόσας αὐτὸς ἐχειρώσατο

 κασίγνητον τὸ νῖκος ἤρατο, δεξιωτέραν φύσιν λαχὼν καὶ πολεμοχαρὴς διαφερόντως δεικνύμενος. ἀμέλει καὶ μείζονος εὐμοιρήσας ὁ Ῥουκνατῖνος ἐντεῦθεν δυνάμ

 συνεφήψαντο τῆς μάχης τῷ Ῥούρικα, κρατίστη καὶ γενναιοτάτη φάλαγξ περὶ αὐτὸν ὁρώμενοι. Ἀλλὰ χρεὼν μηδὲ τοῦτο παρελθεῖν ἀνιστόρητον. ἦν τις κολλυβιστής

 ἀπεσταλμένων πελεκυφόρων, μὴ μεθιστάμενοι τοῦ πραιτωρίου κατὰ τοῦ κρατοῦντος ἐρεσχελίας ἠφίεσαν ἀπρεπεῖς. ὁ δὲ μὴ παρὼν τῇ πόλει, ἀλλὰ περὶ τὴν Χρυσόπ

 μετεωρίζεται πρὸς θέαν πάνδημον, ἔτι τοῦ αἵματος ἀποβλύζουσα σεσηρυῖά τε δεινὸν καὶ μεμυκυῖα τὼ ὀφθαλμώ· ὁ δὲ λοιπὸς Ἰωάννης ἀρθεὶς ἐπὶ κλίνης αἴθριος

 πλοός· διημφισβήτουν γὰρ παρὰ τῷδε τῷ ἄνακτι καὶ ἀνὰ μέρος ἐκράτουν αἱ ἐπίγειοι καὶ ἐνάλιοι χάριτες καὶ λαμπρὰν αλεχ3,πτ2.530 ἀνεδοῦντο τὴν νίκην. νῆα

 Πρὸς δὲ ταυτηνὶ τὴν πρᾶξιν τὴν ὄντως ἄσεμνον καὶ ἀπότομον καὶ τὴν ὑπέρογκον ἀμυντηρίαν ὁ ἀδελφὸς ἀντιστὰς Βόλκος ἔς τε τὸ ἀπάνθρωπον ὠνείδισεν ἦθος τὸ

 ἐπιθέσθαι θέμασιν. εὐμαρῶς οὖν Πελαγονίαν χειροῦνται καὶ ῥᾳδίως ὑπάγονται Πρίλαπον, ἐπιφύονται τοῖς ἑξῆς, αλεχ3,πτ2.534 ἀφιστῶσι τὰ πόρρωθεν, διεκπίπτ

 καθαίρεσιν ἐμεθόδευον, γραμμάτια πρὸς Εἰρήνην πέμπων τὴν θυγατέρα, κοινωνοῦσαν λέχους Φιλίππῳ τῷ κρατοῦντι τότε τῶν Ἀλαμανῶν, πρὸς τὴν πατρῴαν ἐκδίκησ

 Ῥωμαίων σκῆπτρα διέποντος. εἰδὼς δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς προχωρήσειν, εἴ τι που Ῥωμαίοις ἐπίβουλον μετὰ μόνων τῶν ὁμοφύλων ἐργάσεται, καὶ ἄλλους πρ

 Ἰάδαρα, τῇ δ' Ἐπιδάμνῳ προσώκειλαν καὶ βασιλεὺς Ῥωμαίων ὁ συνὼν ἐκείνοις Ἀλέξιος παρὰ τῶν Ἐπιδαμνιτῶν ἀνηγόρευτο καὶ τὴν περὶ τούτων φήμην ἀναμφήριστο

 τῷ δὲ περιβόλῳ τῆς πόλεως ἡμῶν διείργοντο· ὁ δὲ βασιλεὺς Ἀλέξιος πάλαι τεθησαυρικὼς ἐν ψυχῇ τὴν φυγὴν καὶ ἅπας αὐτῆς γινόμενος ὡπλοφόρησεν οὐδαμοῦ, οὐ

 αὐτὸν τὸ εὐπτόητον τοῦ τί δεῖ ἐπὶ καιροῦ ποιεῖν ἐξέκρουσε τὸν Ἀλέξιον. καὶ παραταξάμενος μόνον, ὅθεν ἐξῆλθε Ῥωμαίοις ἀσπάσιος ὡς δῆθεν ἀντιταξόμενος τ

 καὶ τὸν ταύτης ἀποτεταμένον συνέτεμεν ὄλεθρον. τὰ τοῦ σκοποῦ τοίνυν κοινωσάμενος μετρίοις τῶν κατευναστριῶν αλεχ3,πτ2.547 ἐκείνῳ καὶ συγγενῶν κἀκ τῶν

 συναγαγόντος καὶ τούτοις ὡμιληκότος τὰ δέοντα, συνδραμούσης δὲ καὶ συμμορίας τινῶν, οἳ βασιλεύσειν Ἰσαάκιον διὰ σπουδῆς ἐτίθεντο, ἡ μὲν βασιλὶς Εὐφροσ

 ἐχρήσατο, βασιλεύσας δ' ἦν Ἰσαάκιος, καταλλάσσει τοὺς ἐκ Πίσσης τοῖς Βενετίκοις, καθ' ἡμῶν καὶ τοῦτο ἐπιτεχνώμενος· οἱ δὲ πρὸς τὴν Περαίαν ἀπάραντες,

 παρέτεινε τὸ Φιλαδέλφιον. σὺν αὐτοῖς δὲ καὶ ἡ Κωνσταντίνειος ἀγορὰ καὶ τὰ μεταξὺ πάντα, ὅσα πρὸς βορρᾶν καὶ νότον πρόεισιν ἄνεμον. οὐδ' αὐτὸ τὸ ἱππικὸ

 τοῦ υἱοῦ ἠγόρευεν Ἰσαάκιος, ἀλλὰ καὶ πλείω τούτων καὶ ἀσελγέστερα πολλῷ πλημμελῶν τὸ μεγαλοπρεπὲς καὶ παγκλέϊστον τῆς τῶν Ῥωμαίων βασιλείας κατερρύπαι

 ἐπισπᾶσθαι χειρὶ τὰ ἐκ δυσμόθεν στρατεύματα, κακῶς κρίνοντες καὶ μὴ πρὸς ἔννοιαν ὀρθὴν τοῖς ὁρατοῖς ἐπιβάλλοντες. Οἱ μὲν οὖν μετὰ τοιούτων κινημάτων τ

 τῶν κρατούντων ἀτμοὺς ἀνιέναι ὕβρεων καὶ τὴν πάλαι ὕφαλόν τε καὶ ἄγνωστον γνώμην ἐκζέειν πρὸς φῶς. ἦγε μὲν οὖν τότε πέμπτην καὶ εἰκοστὴν ὁ Ἰαννουάριος

 ἐλάλησε κακά καὶ ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο, ταῦτα ἦν ισααξ2̈αλεχ4.564 μετιών. καὶ παραχρῆμα ὁ μὲν σιδήρῳ τοὺς πό

 ἐκτρεπόμενοι τὴν τούτου καταστροφὴν ἐπιστροφὴν ᾤοντο θεϊκήν. αλεχ5.567 Ἀμέλει καὶ Βαλδουίνου τοῦ τῆς Φλάντρας κόμητος τὰ περὶ τὸν Φιλέα κείροντος μέρη

 ζυγὸν ὑποδῦναι τὴν τῶν πόλεων πασῶν ἄρχουσαν, ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας ἡμῶν ἄγξαι θεὸς ἐδικαίωσεν, ὅτι καὶ πάντες ἐξέστημεν ἱερεὺς ὁμοῦ καὶ

 οὐκ ἀνίει παραινῶν τοῖς συνιοῦσι καί σφας ὑποθωπεύων εἰς ἀντιμάχησιν. ἀλλὰ καὶ τοὺς σείοντας ἐξ ὤμων τὰ ἀρεϊκὰ σιδήρια ἐς τὸν προκείμενον ἀγῶνα πέμπων

 ἠνομεῖτο οὕτως, ἄλλα δ' οὔ, ἢ ἐκεῖνα μὲν ἐπὶ πλέον, εἰς δ' ἔλαττον ἕτερα, ἀλλ' ὁμοθυμαδὸν πάντα παρὰ πάντων ἀνωσιουργεῖτο τὰ παναθέμιτα. πάνυ δ' ἂν ἐφ

 παρόμοια. καὶ τοιῶσδε μὲν τὸ χριστομάχον τοῖς ἀλλοπίστοις Λατίνοις ἐχρήσατο, μὴ ξίφος, μὴ πῦρ, μὴ λιμόν, μὴ διωγμόν, μὴ γυμνότητα, μὴ συντρίμματα, μὴ

 πρὸς φθεῖραν πολλάκις κειρόμενοι καὶ τὰς ψυχὰς ἐν κακοῖς τηκόμενοι, ὁδόν τε μηκέτι κατοικεσίας εὑρίσκοντες πόλεως, ἀλλὰ πολύπλαγκτοι φερόμενοι ὡς ὄρνι

 θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω αὐτούς, ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν κακῶν μαστίζει τοῖς

 τοῦ τότε δήμου τῶν Ἀθηναίων, κνωμένου τὸ οὖς ταῖς τῶν εἰσηγήσεων χρησίμοις καὶ ἠρέμα ὑπενδιδόντος ταῖς τῶν ἀρίστων ἀνδρῶν παραιφάσεσι. καὶ ἄλλως δὲ τῷ

 τούτων ἀποβολὴν ὡς οὔπω θλῖβον ἐς μὴ λόγον τιθέμενοι ἢ ὡραῖον γάμου κόριον ὠλοφύροντο ἁρπαγὲν παρ' ὅτου καὶ διακορηθὲν ἢ ἀλόχου στέρησιν ἐπωδύροντο, κ

 ἡμῶν ἀπειλήφειμεν, ταῖς δὲ νεάνισιν ἐπεσκήψαμεν ἐντρίψασθαι πηλῷ τὰ πρόσωπα ἀντίρροπα τῶν πρώην κομμώσεων καὶ τὸν πυρσὸν οὕτω κατασβέσαι τῶν παρειῶν,

 ὄλεθρον ἐν ἡμέρᾳ ὀργῆς, ὅταν ἀναστῇ Κύριος θραῦσαι τοὺς ἡμᾶς οὕτω διαθεμένους, ἐπιβεβηκὼς ἴσως ἐπὶ δυσμῶν κατὰ τὴν ∆αυιτικὴν προαγόρευσιν; καὶ σὺ δὲ ὦ

 τοιαῦτα μὲν τὰ ἡμέτερα καὶ τῶν οἳ συνεκοινώνουν ἡμῖν σχήματος καὶ τῶν λογικῶν ἐν μεθέξει παιδεύσεων. οἱ δ' ἐκ τῆς φαύλης συμμορίας καὶ ἀγοραῖοι ἐχρημα

 ∆ανδούλῳ εἰς ψῆφον ἀπολυθῆναι τὴν πρόβλησιν, ἐκλέγονται ψηφηφόροι πέντε μὲν ἐκ τοῦ τῶν Φραγγίσκων καὶ Λαμπάρδων γένους, οἱ παρ' ἐκείνοις ἄριστοι, ἐκ δ

 κατὰ νόμους. Ἐπεὶ δὲ ὁ μὲν Βαλδουῖνος αὐλίζοιτο κατὰ Μοσυνόπολιν, ὁ δὲ μαρκέσιος πύθοιτο παρὰ πλείστων μηδέ ποτε προθέσθαι τὸν Βαλδουῖνον ὑπεκστῆναί ο

 μάλιστα τῶν εὖ γεγονότων, παλεύοντες τὰς χώρας καὶ τὰς τρίβους διομαλίζοντες, κατὰ μὲν ἀπάτην καὶ δόλον τῷ πρωτοτόκῳ τῆς Μαρίας υἱῷ (τοῦτον γὰρ βασιλι

 Καισάρειαν. Ἶσα δὲ τούτοις καὶ ὁ Φιλαδελφεὺς Θεόδωρος προθέμενος διαπράξασθαι διὰ μάχης χωρεῖ τῷ Ἐρρῇ περὶ τὸ Ἀτραμύττιον διατρίβοντι. ἀμέλει καὶ μὴ π

 χείλεσι τὸν Χριστώνυμον, ὡς ἐσθῆτι καὶ γλώττῃ τὸν Ῥωμαίοις ὁμόφωνον, τῇ δὲ καρδίᾳ πόρρω πλάζοιτο τῶν καλουμένων ἀπὸ Χριστοῦ. τί δὲ καὶ ἔχων Ἀθηναίοις

 ἅλωσιν τῆς πόλεως καὶ τὴν ἐκ ταύτης ἀπονόστησιν Ἀλεξίῳ τῷ ∆ούκᾳ, ὃς ἐπωνομάζετο Μούρτζουφλος καὶ τὰ σκῆπτρα Ῥωμαίων λοῖσθος ἐνεχειρίσατο. πλὴν οὐδ' οὗ

 ηαλοσις,πτ1.611 τοῖς ἐν Σικελίᾳ βαρβάροις διατρανώσειας, μηδ' ἔκπυστα θείης ὅσα οἱ ἐκ σφῶν ἐπιστρατεύσαντες Ἕλλησι καθ' Ἑλλήνων ἐμεγαλούργησαν, ἵνα μὴ

 λαχοῦσαν καί γε τὸ ∆ιδυμότειχον κρατυνάμενοι κατὰ χώραν ἔμενον, οὐ μικρὰν ἀπὸ τῶν Βλάχων σύναρσιν ἔχοντες· ὁ δέ γε Ἰωάννης τὰς οἰκείας τάξεις καὶ τὸ ἐ

 εἴχοντο. οἱ δὲ ὡς τοὺς Σκύθας αὖθις θεάσαιντο, πρὸς σπουδὴν καὶ αὐτίκα μάλα καθοπλισάμενοι καὶ ὑπὲρ τὴν ἔναγχος εὐρώστως ἐπέκειντο τὰ δόρατα σείοντες

 τοῖς ἑαυτῶν ἐπέθυσαν δαίμοσιν ἀναρτήσαντες, καὶ Λατῖνοι τῇ κατὰ σφῶν ἐπαναστάσει Ῥωμαίων καὶ τῷ πρὸς Σκυθῶν ἡττηθῆναι διαπριόμενοι οὐδὲν ἔλαττον Ῥωμαί

 οὓς δὲ ἀπέκτεινεν, οὓς δὲ καὶ ἀπεκρέμασεν ἐκ τοῦ λαώδους πλήθους καὶ τοῦ ἱερωμένου θεῷ τάγματος· καὶ τὸν δυσπραγῆ ἐν βασιλεῦσιν Ἀλέξιον καὶ τὴν τούτου

 πόλιν εὐρείαις τε καὶ βαθείαις εὕρατο, τοὺς δὲ πύργους τῆς πόλεως ἐπὶ τῶν ἄκρων δεξαμένους ἐκ δοκάδων πήγματα, ἐς πολὺ τοῦ ἀέρος ἀναβαίνοντα καὶ προκα

 μικροῦ δεῖν ἅπαντες διεφθάρησαν. Ὅθεν ἐς συμπήξεις ἄλλων μηχανῶν ἀπιδόντες ἱστοὺς διαρμένων νηῶν ἐκ τῶν παραλίων ξυνέλεγον πόλεων, καὶ ὅσων δὲ ὑπεσπάν

 ἔκειρεν. Ὁ δὲ Λάσκαρις Θεόδωρος, ὡς γένει διαπρεπέστατος καὶ κήδει βασιλείῳ περίδοξος, ἀποκρουσάμενος ἐκεῖνον τὸ ἐξέρυθρον πέδιλον ὑποδύεται καὶ βασιλ

 σώματα, θαυμαστὸν δὲ ταῖς μελέταις ταῖς κατὰ πόλεμον καὶ παρά τινος Τερῆ στρατηγούμενον, ἀνδρὸς τῶν πάνυ ἐπισήμων καὶ εὐγενῶν. τὸ μὲν οὖν ὁπλισάμενον

 δὲ ἀπήχθησαν δορυάλωτοι, ἀλλ' οὐδὲ τὰ ὑπομαστίδια τῶν παίδων τοῦ κακοῦ ἐφάνη ἀνώτερα, ἀλλ' ἀπεθερίσθη καὶ ταῦτα κατὰ χλόην καὶ ἄνθος εὐμάραντον ὑπὸ τῶ

 ἐπλάττοντο τὸν ὑποβαίνοντα καὶ ἐτέχναζον· ἡνίκα δ' ἐκεῖνος ἀποβιβάζων τῶν ἵππων τὸ γενναῖον τῆς στρατιᾶς κατὰ τὰ παρερρωγότα μέρη τοῦ τείχους τοῦτο δι

 βαρβάροις οὐ φειδώ τις καὶ συστολὴ τῶν ἀνομοίων τῇ φύσει πράξεων. ηαλοσις,πτ1.637 Ἦσαν δ' ἡμέραι πασχάλιοι τῆς ἐνάτης διιππευούσης ἐπινεμήσεως τοῦ ἑξα

 ὑπηγάγετο. σπεισάμενος δὲ καὶ Καϊχοσρόῃ, τῷ τοῦ Ἰκονίου σουλτάνῳ, μέρος ἀπένειμε τῆς ἀρχῆς τῷ κηδεστῇ ἐκείνου Μανουὴλ τῷ Μαυροζώμῃ· τὸ δὲ ἦν ἡ ἐμοῦ το

 ῥυσθείς, ὃν ἔγγιον εἶχε προσέρποντα καὶ σχεδὸν οὐδ' ὅσα γόνυ κνήμης ἐαυτοῦ ἀφιστάμενον, ἀπρὶξ μὲν καὶ πάλιν τῆς Ἡρακλείας ἔχεται· τοὺς δ' ἐν Βυζαντίῳ

 οὕτω συμβέβηκεν. ἐν τῷ Σκυθικῷ συλληφθεὶς πολέμῳ καὶ δεσμοῖς ὑποβληθείς, ὡς ἐρρέθη μοι, συχνὸν ἤδη χρόνον καθείργνυτο ἐς τὸν Τέρνοβον. ἀποστάντος δὲ τ

 ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει. ἐν δὲ τέ οἱ κραδίη μέγα στέρνοισι πατάσσει

 ἐπιτομῇ τῷ λόγῳ δώσομεν. Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγγίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκο

 Πέλοπος γεννηθεὶς καὶ τραφεὶς Βελλεροφόντης Πηγάσῳ ἐπικαθήμενος· ἦν γὰρ ὁ ἵππος ἀχάλινος, ὁποῖος ὁ Πήγασος παραδίδοται, ἄνετα κροαίνων κατὰ πεδίων καὶ

 προφαίνουσαν, καὶ τοῦτο προτενὲς καὶ ὑπερμαζῶν καὶ μεστὸν ἀγριότητος, τὰ δ' ἔκτοτε διεσχισμένον εἰς θῆρας ἐμπηδῶντας τῇ τοῦ Ὀδυσσέως νηῒ καὶ συχνοὺς τ

 μᾶλλον εἰ προσανέχουσι τηλίᾳ καὶ προστετήκασι πεττοῖς πανημέριοι ἢ καὶ πρὸς ὁρμὴν ἄλογον καὶ μανιώδη, οὐ μὴν ἀνδρείαν ἔμφρονα, κατ' ἀλλήλων ἐνθουσιῶσι

 μέρη τοῦ σώματος ἡ τοῦ στόματος ξυνεῖχε διάστασις καὶ ταῖς γένυσιν ἐνεπείρετο. Καὶ τὰ μὲν οὕτως ἦσαν ὑπ' ἀλλήλων νεκρούμενα καὶ κοινὴ μὲν ἀμφοῖν ἡ ἅμι

Historia

ΧΡΟΝΙΚΗ ∆ΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΚΑΙ ΛΗΓΟΥΣΑ ΜΕΧΡΙ ΤΗΣ

ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΠΡΟΟΙΜΙΟΝ Αἱ ἱστορίαι δὲ ἄρα κοινωφελές τι χρῆμα τῷ βίῳ ἐφεύρηνται, εἴπερ ἐκ τούτων οὐκ ὀλίγα ἔστι ξυλλέγειν τὰ βελτίω τοῖς ᾑρημένοις. εἰδυῖαι γὰρ τὰ ἀρχαῖα καὶ ἔθη αὗται διατρανοῦσιν ἀνθρώπεια καὶ πολυπειρίαν ὑποτιθέασιν ὁπόσοι τῶν ἀνθρώπων μεγαλογνώμονες καὶ τοῦ καλοῦ αὐτόφυτον τρέφοντες ἔρωτα· καὶ κακία δὲ παρ' αὐταῖς κωμῳδουμένη καὶ ἀγαθοπραξία ἐξαιρομένη μετρίους ὡς τὰ πολλὰ καὶ ἐπιδιδόντας τοὺς παρ' ἑκάτερα τιθέασι ῥέποντας, ὅσοι τέως οὐχ ὑπ' αἰσχίστης συνηθείας καὶ προ.2 φαυλοτέρας τῆς ἕξεως ἀνεπιστρόφως ἔχουσι τοῦ πολυεράστου χρήματος ἀρετῆς, ἐπεὶ καὶ ἀθανάτοις ἐοίκασι δήπουθεν θνητοὶ καὶ ἐπίκηροι γεγονότες καὶ πάλαι τὸ ζῆν ἐκτοξεύσαντες ὅσους παρειλήφει τὸ ἱστορεῖν· ὀρθῶς γὰρ ἢ τοὐναντίον φαύλως βεβιωκότες εὖ τε καὶ ὡς αἰσχρῶς ἀκούουσι. καὶ τοῦ μὲν ἐς ᾅδου βέβηκεν ἡ ψυχή, πρὸς δὲ τὰ ἐξ ὧν ἡρμόσθη τὸ σῶμα ἐπαλινδρόμησε· τὰ δὲ παρ' αὐτοῦ βεβιωμένα, κἂν ὅσια εἴη, κἂν δίκαια, κἂν ἀθέμιτα, κἂν ἐφύβριστα, κἂν ἐβίω εὐδαιμόνως, κἂν κακοπραγῶν ἀνεχρέμψατο τὴν ψυχήν, ἡ ἱστορία διαπρυσίως βοᾷ. ὥστε καθ' ἕτερόν τινα τρόπον καὶ λόγον καὶ βίβλος ζώντων ἡ ἱστορία κληθήσεται καὶ σάλπιγξ περίτρανος τὰ γραφόμενα, τοὺς πάλαι τεθνεῶτας οἷον τῶν σημάτων ἐξανιστῶσα καὶ ὑπ' ὄψιν τιθεῖσα τοῖς βουλομένοις. Ἀλλὰ τοιάδε μὲν ἡ ἱστορία, ὡς ἐπιτρέχοντά με εἰπεῖν, αὐτοῖς δὲ τοῖς ἐπιοῦσιν οὐμενοῦν οὐδαμῶς χαρίεσσα; μὴ οὕτω μανείη τις ὡς ἥδιον ἡγεῖσθαί τι ἕτερον ἱστορίας· ἃ γὰρ οἱ πολυετεῖς τῶν ἀνθρώπων καὶ Τιθωνοῦ παλαίτεροι καὶ τρικόρωνοι, εἰ τῷ βίῳ ἔτι περιῆσαν, ᾔδεσαν ἂν καὶ ἐξηγοῦντο τοῖς φιλακροάμοσι, τὰ τῆς μνήμης ἐμπυρεύοντες καὶ τὰς τῶν πράξεων ῥυσσὰς ἀνασκάλλοντες, ταῦτα δήπου προθείη καὶ ὁ φιλίστωρ, κἂν οὐδέπω παρηλλάχει τὸν μείρακα. ∆ιὰ ταῦτ' οὖν καὶ αὐτὸς τὰ τοῖς κατ' ἐμὲ χρόνοις γεγενημένα καὶ ἀνόπιν ἔτι βραχύ, μνήμης καὶ διηγήσεως ἄξια ὄντα καὶ τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος, οὐκ ἔγνων δεῖν σιγῇ παρελθεῖν. οὐκοῦν καὶ διὰ τῆσδέ μου τῆς ξυγγραφῆς δῆλα ταῦτα τοῖς ἔπειτα καθιστῶ. προ.3 Ἐπεὶ δέ, ὡς καὶ ἄλλοι τε ξυμβαλεῖν ἔχουσι καὶ αὐτὸς δὲ συνορῶν οὐχ ἥκιστά εἰμι, τὰ τοῦ ἱστορεῖν τὸ τῆς διηγήσεως ἀσαφὲς καὶ περιβολαῖς καὶ περιόδοις ἐπεστραμμένον ὡς μὴ συνᾷδον αὐτοῖς οὐ προσίενται, φιλοῦσι δὲ τὸ σαφὲς ὡς οὐ μόνον κατὰ τὸν εἰπόντα σοφόν, ἀλλὰ καὶ συμβαῖνόν σφισι μάλιστα, οὐδὲ τούτου ἔξωθεν τοῦ καλοῦ πίπτοντ' ἂν εὑρήσει τις τὰ γραφόμενα, οἷα καὶ ἡμῶν μὴ τὸ κομπηρὸν καὶ δυσφραδὲς καὶ κρημνώδεσιν ἀποδιειλημμένον λέξεσιν ὡς ἐπίπαν ἀσπασαμένων, εἰ καὶ χαίνοντές εἰσιν εἰς τοῦτο πολλοὶ εἴτ' οὖν, ἀληθέστερον εἰπεῖν, ἐκλείποντες τῶν πάλαι καὶ σήμερον καὶ ὅσα τι καὶ ἐπιτήδευμα προυργιαίτατον ἐξησκηκότες διὰ μακροῦ, ἐκ τοῦ πλείονος δὲ κἀν τούτῳ δρᾶν τῇ ἱστορίᾳ προθεμένων τὰ πρόσφορα, μηδ' ὑπερβάθμιον πόδα τείνειν ἠγαπηκότων ἢ ὅλως τοὺς ἄξονας αὐτῆς ὑπεράλλεσθαι. Ὑπὲρ γὰρ ἅπαν ἕτερον τὸ μὴ τὴν φράσιν ἁπλοῦν, ὡς ἔχω εἰπών, καὶ πρόχειρον εἰς κατάληψιν αὐτῇ διαβέβληται καὶ ἠγαπήθη ἕως σφόδρα τὸ ἄκομψον καὶ ὡς ἔχον φύσεως διηγούμενον καὶ δαιμονίως τὸ εὔληπτον περιπτύσσεται. τέλος γὰρ σκοπιμώτατον τὴν ἀλήθειαν ἔχουσα καὶ τῆς τε ῥητορικῆς δεινότητος καὶ τῆς ποιητικῆς λογοποιΐας ἀφεστῶσα κατὰ διάμετρον καὶ τὰ τούτων ἔτι διωθεῖται χαρακτηριστικά. καὶ ἄλλως δὲ κἂν οὐ βραχὺ τὸ σεμνὸν ἡ ἱστορία καὶ τὸ αἰδέσιμον ἐπισύρηται, ἐρῶσα δ' ὅμως προκεῖσθαι