1
Fragmenta in epistulam ad Colossenses 453Kol 1,13 Τοῦ υἱοῦ τῆς ἀγάπης, περιφραστικῶς τοῦ ἀγαπητοῦ υἱοῦ kol 1,15 Τινὲς ἐκ τῶν εἰκόνων τῶν ἐν ἡμῖν πλανηθέντες, αἵ εἰσιν ἀπὸ σανίδων καὶ κηροῦ, οὕτως ἐνόμισαν καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. ὥσπερ 454 γάρ, φασίν, αὗται εἶδος μὲν καὶ ὁμοίωμα σώζουσιν ἀνθρώπου, οὐ μὴν φύσιν ἢ οὐσίαν, οὕτω καὶ ὁ υἱὸς τοῦ πατρός. Ἀρειανικὸν δὲ τὸ δυσσέ βημα. ἀλλὰ τοῖς τοῦτο λέγουσιν ἀντιθετέον τὸ κείμενον ἐν τῇ Γενέσει τῇ ηʹ, ὅτι φησίν· ὁ Ἀδὰμ ἐγέννησε κατὰ τὴν εἰκόνα αὐτοῦ· πολὺ γὰρ ἁρμοδιώτερον ἐκεῖνα δέξασθαι περὶ εἰκόνος ὅσα ἡ γραφή φησι περὶ υἱοῦ καὶ πατρὸς ἀνθρώπων, ἐπειδὴ καὶ τὸ προκείμενον θεώρημα εἰς πατέρα καὶ υἱὸν θεοῦ ἀνήκει, ἢ τὰ ἐπὶ τῆς ἀπὸ ξύλου καὶ κηροῦ εἰκόνος, ἥτις οὐκ ἔστι μὲν κυρίως, λέγεται δὲ καταχρηστικῶς εἰκών. kol 1,19 Οὐ σχετικῶς ἀλλ' οὐσιωδῶς ὡς ψυχὴ ἐν σώματι, οὐ ψυχὴ γενό μενος τῷ σώματι, ἀλλ' ἐν σώματι ἐψυχωμένῳ ἑνωθεὶς ὃν τρόπον ἑνοῦται ψυχὴ σώματι. kol 1,27 Ὃς πλοῦτος μυστηρίου ἐστίν, φησίν, ὁ Χριστός. δι' αὐτοῦ τοιγαροῦν καὶ πιστεύετε προσάγεσθαι ὡς ἐν ὑμῖν ὄντος διὰ τῆς πίστεως, δι' οὗ, φησίν, ἐλπίζομεν τῆς αἰωνίου δόξης τυχεῖν. kol 2,5 Τοῦτο δέ φησιν ἅμα μὲν ἐγκωμιάζων, ἅμα δὲ αἰνιττόμενος ἐκείνην εἶναι κυρίως πίστιν τὴν τὸ βέβαιον καὶ τὸ σταθερὸν ἔχουσαν. kol 2,9 Τοιοῦτόν τι γεγενῆσθαι νοήσωμεν ὅπερ καὶ ἐπὶ τοῦ φωτός. ἐλατ τοῦται δὲ πᾶσα εἰκὼν καὶ ἅπαν παράδειγμα τῆς ἀληθείας· πῶς γὰρ ἂν τὰ αἰσθητὰ διασημαίνει τὰ θεῖα; πλὴν λεκτέον· ὥσπερ τὸ πρωτόγονον φῶς ἐν ἀρχῇ ἀσώματον καὶ ἄϋλον ὑπάρχον ἐνεκράθη τῷ ἡλιακῷ σώματι καὶ γέγονε τρόπον τινὰ ἐνσώματον, πλὴν καὶ ἐν αὐτῷ ὑπάρχον οὐ περιείργεται οὔτε κωλύεται καταφωτίζειν τὰ πάντα, οὕτω καὶ ὁ ἐν ἀρχῇ ἄσαρκος θεὸς λόγος σαρκωθεὶς οὐ κωλύεται καὶ σαρκὶ ἡνῶσθαι καθ' ὑπόστασιν καὶ μὴ συγκεκλεῖσθαι ἐν αὐτῇ, ἀλλὰ τὰ πάντα πληροῖ. καὶ διὰ τοῦτο, οἶμαι, αὐτός τε ἑαυτὸν ὁ κύριος φῶς ὀνομάζει καὶ ὁ Μαλαχίας αὐτὸν ἥλιον κέκληκεν δικαιοσύνης, ἔτι δὲ καὶ ὁ 455 ψαλμώδης λέγει· ἔπεσε πῦρ ἐπ' αὐτούς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Ἢ σωματικῶς νόει οἷον σεσαρκωμένος· οὐ γὰρ οἰκήσας, φησί, πάλιν μετοικεῖ, ἀλλ' ἐσαρκώθη μίαν λοιπὸν μετὰ τῆς ἰδίας σαρκὸς φύσιν ἔχων, κἂν ἐκ δύο συνέστη τῶν ἐναντίων. kol 2,11 Ὅρα δέ· ποτὲ πνεύματος, ποτὲ Χριστοῦ τὴν περιτομὴν λέγει· ἓν γὰρ ἔργον καὶ μίαν ἐνέργειαν τῆς ἁγίας οἶδε τριάδος. kol 2,13 Ἡ περιτομὴ τὸ περιττὸν διαιρεῖ, ὡς τῆς ἀκροβυστίας τὸ περιττὸν ἐχούσης. περιττοὶ οὖν, φησίν, ἦτε καὶ ὑμεῖς τὰ μὴ καθήκοντα ποιοῦν τες· πᾶν γὰρ τὸ ἔξω τοῦ πρέποντος περιττόν ἐστιν. ὄντας οὖν νεκροὺς ταῖς ἁμαρτίαις διὰ τὴν πρὸς τὸ καλὸν ἀνενεργησίαν καὶ ἀκροβύστους περιέτεμέν τε νοητῶς καὶ ἐζωοποίησεν. Τὸν μὲν Χριστὸν ἐκ τοῦ αἰσθητοῦ θανάτου, ὑμᾶς δὲ καὶ τοῦ αἰσθητοῦ καὶ τοῦ νοητοῦ τοῦ τῶν ἁμαρτιῶν. μὴ θαύμαζε δέ, εἰ τὸν πατέρα λέγει ἐζωοποιηκέναι τὸν Χριστόν· καὶ γὰρ καὶ ἀλλαχοῦ εἴρηται ὅτι ἑαυτὸν ἤγειρεν· κοινὰ γὰρ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος τὰ γινόμενα. kol 3,17 Καὶ τὸ δι' αὐτοῦ καὶ σὺν αὐτῷ καλῶς λέγεται· τὸ μὲν διὰ τὸ ἴσον καὶ ὁμοούσιον τῷ πατρί, τὸ δέ, ἐπειδὴ μεσίτης ἡμῶν καὶ ἀρχιερεὺς ἠξίωσεν γενέσθαι, ὅταν γέγονε σὰρξ ὁ λόγος κατὰ τὴν γραφήν. kol 3, ∆ίχα τῶν εἰς ἀσέβειαν φερόντων. επιλογ ζυ kol Ἐκ τοῦ ἀντιγράφου μὴ εὑρὼν καλῶς τὰς παραγραφὰς τοῦ μακαρίου Ἰωάννου τῆς πρὸς Kolοσσαεῖς ἐπιστολῆς, συνέγραψα αὐτὰς ὅπως ἠδυνάμην. εἰ οὖν εὑρεθῇ τι ἐν αὐταῖς ἢ κοῦφον ἢ ἐπιλήψιμον, ἴστω ὁ ἀναγινώσκων ἐμὸν εἶναι τὸ τοιοῦτον πταῖσμα.