1

 2

 3

 4

1

Fragmenta in epistulam ad Romanos

423 Rom 1,24 Ἢ τάχα ἑαυτοὺς παρέδωκαν, ἐπειδὴ τοῦτο ἐπεθύμουν· ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησιν. rom2,5 Ὡς πρὸς τὴν ἑρμηνείαν τὸ κατὰ παρέλκεται. rom2,8 Παρέλκεται ὁ καί. rom2,10 Ἐξέσται φησίν. rom2,29 Οἷον ὁ νοητός. rom3,4 Θεοῖς λατρεύσαντες καὶ δαίμοσιν. rom3,25-26 Ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις-καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῷ μὴ μόνον εἶναι δίκαιον τὸν θεόν, ἀλλὰ καὶ τῷ δικαιοῦν τὸν διὰ τῆς πίστεως τοῦ Ἰησοῦ οἰκεῖον θεοῦ καὶ λαὸν γινόμενον. 424 rom4,19 Καλῶς τὸ ἑκονταέτης που· οὐ γὰρ ἦν ἑκονταέτης, ἀλλὰ ἐνενήκοντα ἐννέα. rom5,5-6 Καλῶς δὲ τὴν ἀγάπην τοῦ θεοῦ, ἥ ἐστιν ἡ δόσις τοῦ πνεύματος, εἶπεν ἐκκεχύσθαι, οἷον δαψιλῶς δεδόσθαι ἐν ταῖς καρδίαις ἡμῶν· νοητὴ γὰρ ἡ ἐνοίκησις τοῦ προσκυνητοῦ καὶ τρισαγίου πνεύματος καὶ νῷ μόνῳ καὶ καρδίᾳ καταληπτή. Τοῦτ' ἔστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον. rom5,12 Ἵνα μή τις ἀδικίαν ἐγκαλέσῃ τῷ θεῷ ὅτι τοῦ Ἀδὰμ πεσόντος ἡμεῖς ἀποθνήσκομεν, ἐπάγει· ἐφ' ᾧ πάντες ἥμαρτον, ὡσεὶ ἔλεγεν· αὐτὸς μὲν τὴν ἀρχὴν παρέσχεν καὶ τὴν αἰτίαν, ὅτι πάντες ἡμάρτομεν κατὰ ὁμοίωσιν αὐτοῦ. rom5, 13-14α Ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀποστόλου· ἵνα μὴ δόξωμεν λοιπὸν ἀδικεῖσθαι δι' ἄλλον ἀποθνήσκοντες, εἶπεν· ἁμαρτία ἦν ἐν τῷ κόσμῳ, εἰ καὶ μὴ ἐλογίζετο. τοιγαροῦν οὐ μόνον διὰ τὸν Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν ἀποθνήσκομεν. Ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτὸν ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωϋσέως νόμου καὶ τῶν ἐκεῖσε ἐπιταγμάτων συνισταμένην, οἷον τοῦ δεῖν περιτέμνεσθαι, τοῦ σαββατίζειν, καὶ τάδε μὲν ἐσθίειν τῶνδε δὲ ἀπέχεσθαι, ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αὐτὴ τῇ τῶν ἀνθρώπων φύσει γινωσκομένη, καὶ ἦν καὶ ἐλλογεῖτο, οἷον ἀνδροφονία, κλοπή, παιδοφθορία καὶ τὰ ὅμοια. καὶ μάρτυρες τούτων Κάϊν, Λάμεχ, οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, οἱ Σοδομῖται· ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος· ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτέων τῶν τε οὐ πρακτέων φυσικήν τινα γνῶσιν ἐντέθεικεν. φασὶ δέ τινες τῶν πατέρων, ὧν καὶ Γρηγόριος ὑπάρχει ἐν τῷ τοῦ ἀνθρώπου ποιήματι, καὶ τὴν ἐντολὴν τὴν δοθεῖσαν 425 τῷ Ἀδάμ, μὴ φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ξύλου, νόμον 425 εἶναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα· τὸ γὰρ ξύλον τὸ ποιητικὸν τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν εἶναι ἐδέξαντο. rom5,14β Ὥς φησιν, Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι, τοῦτ' ἔστι Χριστοῦ. πῶς; ὥσπερ, φησί, τῷ θανάτῳ τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον, οὕτως τῷ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ ἀναστησόμεθα. ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν. rom5,15α Βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα. καὶ πῶς τοῦτο; καὶ γὰρ ὁρῶμεν τὰ ἴσα ἐνεργήσαντα, εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα· ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὴν ζωὴν καὶ τὴν ἀνάστασιν, τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὸν θάνατον. πῶς οὖν φησιν· οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα; Καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας, μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ, καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον, ὡς ἄν τις οἰηθείη, καθ' ὃ μείζων καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου, ἀλλ' ὅτι καὶ αὐτῷ τῷ ἔργῳ καὶ τῇ ἐνεργείᾳ τὸ μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως. πῶς; ὅτι ὁ μὲν θάνατος ὁ ἐκ τοῦ Ἀδὰμ τὴν ἀρχὴν λαβὼν συνέργειαν ἔσχε καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν, ἵνα κατὰ πάντων ἰσχύσῃ, οὐ πάντως ἰσχύειν μέλλων, εἰ καθαροὶ παντὸς ῥύπου