1
Commentarii in Jeremiae epistulam 93.773 "Ἀντίγραφον ἐπιστολῆς." Πνεύματι πληροφορηθεὶς ὁ προφήτης, ὡς μέλλουσιν αἰχμάλωτοι γίνεσθαι, κελεύεται ὑπὸ τοῦ Θεοῦ καὶ πρὸ τῆς αἰχμαλωσίας γράψαι τὴν ἐπιστολὴν ἵνα, ὅταν γένωνται αἰχμάλωτοι, ἔχωσιν αὐτὴν ἐφόδιον εἰς τὸ μὴ ἀπατηθῆναι, καὶ προσκυνῆσαι τοῖς τῶν Βαβυλωνίων εἰδώλοις. 93.776 "Ἕως γενεῶν ἑπτά." Ὅτι τὴν γενεὰν ἐνταῦθα εἰς δέκα ἕτη ἀριθμεῖ. "Ὁ γὰρ ἅγγελός μου." ∆ηλονότι καὶ τοῖς ἐν αἰχμαλωσίᾳ ἄγγελος ἐπαμύνει, ἐφ' ᾧ μὴ πανωλεθρίᾳ διαφθαρῆναι ὑπὸ τῶν ἐχθρῶν. "Γλῶσσα γὰρ αὐτῶν." Τῶν εἰδώλων, δηλονότι τῶν ψευδοδιδασκάλων ὑπὸ τοῦ τῶν κακῶν τέκτονος διαβόλου εὐτρόχαλος γίνεται ἡ γλῶσσα πρὸς τὸ ψεῦδος. "Αὐτά τε περίχρυσα." Οἱ ψευδοδιδάσκαλοι μόρφωσιν ἔχοντες εὐσεβείας, τὴν δὲ δύναμιν αὐτὴν ἠρνημένοι. "Ψευδῆ δ' ἐστὶ καὶ οὐ δύναται λαλεῖν." Ὅτι τὸ ψεῦδος ἀλήθειαν οὐ λαλεῖ. "Καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις." Ὅτι στέγος λέγει τὸ πορνεῖον. "Οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ." Οἱ θεοὶ τῶν ἐθνῶν· ἀλλ' οὐδὲ οἱ ψευδοδιδάσκαλοι ἀπὸ τοῦ διαβολικοῦ ἰοῦ. "Μὴ οὖν φοβηθῆτε αὐτούς." Κατὰ τῆς τῶν εἰδώλων σαθρότητος, ὅτι ἑαυτοῖς βοηθῆσαι οὐ δύνανται. "Οἱ ὀφθαλμοὶ αὐτῶν." Φησὶν μὲν τῶν εἰδώλων, οὐδὲν δὲ ἧττον τῶν αἱρεσιαρχῶν, ἢ καὶ τῶν περὶ τὰ γήϊνα ἀσχολουμένων, οἱ τῆς διανοίας ὀφθαλμοὶ διαβολικοῦ κονιορτοῦ πλήρεις εἰσὶν, εἰς τὸ ἀληθὲς οὐ δυνάμενοι κατιδεῖν ἐκ τῶν εἰς αὐτοὺς εἰσπορευομένων ἐνεργημάτων διαβολικῶν. "Λύχνους καίουσι." Μετὰ τὰ εἴδωλα νόει καὶ τοὺς ἠπατημένους ἐνιδεῖν τῷ νόμῳ τοῦ Θεοῦ. Περὶ οὗ γέγραπται· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου. Ἀλλὰ μηδὲ προφητικῷ λόγῳ, ὡς λύχνῳ καίοντι ἐν αὐχμηρῷ τόπῳ. "Μεμελάνωνται." Οἱ εἰδωλολάτραι ὅμοιοι ὄντες τοῖς εἰδώλοις. Γέγραπται γὰρ, ὅτι Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Καὶ πάντες δὲ οἱ ὑπὸ δαιμόνων ἐνεργούμενοι ἀφεγγὲς ἔχουσι τῆς ψυχῆς τὸ πρόσωπον, ἀπὸ τοῦ καπνοῦ τοῦ διαβολικοῦ τοῦ ἐν τῇ καρδίᾳ αὐτῶν διασκοτιζόμενοι. "Ἐπὶ τὸ σῶμα." Καὶ τὴν ψυχὴν αὐτῶν, φησὶν, καὶ αὐτὸ τὸ ἡγεμονικὸν, τουτέστιν τὸν νοῦν, ἢ καὶ τὴν ἐκκλησίαν αὐτῶν, καὶ τοὺς ἡγουμένους ῥαπίζουσι δαίμονες, διὰ τὸ μὴ ποιῆσαι σκέπην τὸν Θεόν. "Ἐν οἷς οὐκ ἔστι πνεῦμα." Μετὰ τὰ εἴδωλα νόει καὶ τοὺς ὑπ' αὐτῶν ἐνεργουμένους, θείου Πνεύματος ἐκτὸς ὅντας. "Οὔτε πτωχῷ." Καὶ τοῦτο δεῖγμα δαιμονικῆς μισανθρωπίας. "Τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη." Σημειωτέον οὖν, ὡς ἱερὰς θυσίας οὐ δεῖ λεχὼ καὶ ἀποκαθημένην ἅπτεσθαι. Τοῦτο γὰρ καὶ ὁ νόμος ἐκέλευσεν. Πρὸς δὲ θεωρίαν, τὰς ἀκαθάρτους ψυχὰς ἱερουργεῖν ἀποκωλύει. "Ὅτι γυναῖκες παρατιθέασι." Σημειωτέον, ὅτι οὐ δεῖ γυναῖκας ἱερουργεῖν. Πρὸς δὲ διάνοιαν, ὅτι τὰς 93.777 τῶν ἱερέων ψυχὰς οὐκ ἐκλύτους εἶναι δεῖ, ἀλλ' ἀνδρείας καὶ γενικάς. "Ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν." Οὐκ ἔχουσαι τοῦ σωτηρίου τὴν περικεφαλαίαν. Ἐνεόν φησι τὸ εἴδωλον τὸ ἄφωνον. Βῆλον ∆ία καὶ Ἕλληνες ἐσεβάσθησαν. "Αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία." Σχοινία φησὶν τὰ περιζώματα· καλύπτουσαι γὰρ μόνα τὰ τοῦ σώματος ἀσχήμονα, τὰ λοιπὰ παρεγύμνουν, προσκαλούμεναι τοὺς ἐραστάς. "Θυμιῶσαι τὰ πίτυρα." Ἀφροδίτῃ τυχὸν, ἤ τινι προαγωγῷ. Ἴσως δὲ καὶ εἰς καθαρμὸν τοῦτο ἐποίουν οἱ δυστυχεῖς. "Ὅτι οὐκ ἠξίωται." Ὅτι οὐκ ἠξιώθη Θεοῦ ἐπισκέψεως. -Πῶς γε δὴ μέλλοι τὰ ὑπ' αὐτῶν κατασκευασθέντα εἶναι θεοὶ, ὅτι τὸ ὑπὸ ἄλλου γινόμενον οὐ Θεός. "Γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ." Ὃ δὴ καὶ γέγονεν διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας. "Ὥσπερ γὰρ κορῶναι." Ἡ κορώνη πτηνὸν ἀκάθαρτον. Ἀκάθαρτοι οὖν εἰσιν οἱ δαίμονες, οὔτε ἐπουράνιοι ὄντες διὰ τὸ ἄτιμοι, οὔ τε ἐπίγειοι, διότι ψευδώνυμοι· καὶ ἄλλως δὲ, ἀπὸ μὲν οὐρανίων ἀψίδων ὑπὸ Θεοῦ ἐξεβλήθησαν, ἀπὸ δὲ τῆς γῆς περιελαύνονται ὑπὸ ἁγίων ἀνθρώπων διὰ τῆς τοῦ Χριστοῦ βοηθείας. Κατὰ δὲ λόγον μυστικὸν καὶ ὁ Σωτὴρ εἰς τὸν σταυρὸν ἀνῆλθεν, τὸν ἀέρα καθαίρων ἐκ τῆς αὐτῶν