1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

1

Commentarii in Job

ΥΠΟΘΕΣΙΣ

Πολλὰ τοῖς παλαιοτέροις ἔδοξε περὶ τῆς προκειμένης συγγραφῆς· οἱ μὲν γὰρ τοῦ ἀνδρὸς ὑπεραπολογούμενοι λέγουσιν, ὅτι πρὸ τῆς χάριτος γεγονὼς καὶ μηδὲν ἐλπίζων ἔσεσθαι μετὰ τόνδε τὸν βίον, ἐπειδὴ τῆς τῶν ὁρωμένων εὐδαιμονίας ἀφῃρέθη χρημάτων καὶ παίδων, καὶ τῇ ἀνηκέστῳ περιβεβλημένος νόσῳ εἰκότως ἐδυσχέραινεν. οὐδὲν γὰρ ἑαυτῷ συνειδὼς ἄδικον οὐ δίκαια πάσχειν νομίζων ἐταράττετο. καὶ οὐδὲν μὲν εἰς θεὸν ἐδυσφήμησεν, ὅπερ μάλιστα τῷ διαβόλῳ διὰ σπουδῆς ἦν· πλὴν οὐκ ἐφύλαξε τὸ πρὸς θεὸν ἀκρότατον σέβας τῷ ὅλως ἀμφισβητῆσαι περὶ τὴν αὐτοῦ πρόνοιαν, διὰ τί μὴ τὸ κριτικὸν αὐτῷ ἐφύλαξε ὁ θεός, ἀλλ' εἴασε παρὰ τὴν ἀξίαν κακοῦσθαι, καὶ διὰ τί μὴ φιλανθρωπίας κατηξίωσεν, εἴπερ ἄρα πονηρίαν εἶδεν ἐν αὐτῷ. οὐκ ἀποδεδώκασιν οὖν οἱ ταῦτα λέγοντες τῷ δικαίῳ Ἰὼβ τὴν τελείαν ἀρετήν, ἀλλ' ἔφασαν, ὅτι καλὸν ἡμῖν ὑπόδειγμα γέγονεν ὁ Ἰὼβ οὕτω πρὸ τῆς χάριτος ἀγωνισάμενος, ἵνα ἡμεῖς οἱ τῆς χάριτος ἀπολελαυκότες ἐπὶ τὰ τελειότερα λοιπὸν ὁδεύωμεν, τὸ τοῦ θειοτάτου Παύλου κατὰ νοῦν λαμβάνοντες ὃς πρὸς τοὺς ἀμφισβητοῦντας ταῖς θείαις κρίσεσιν ἔφησεν ὅτι· ὦ ἄνθρωπε, μενοῦν γε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; καὶ ταῦτα μὲν οὗτοι. ἕτεροι δὲ ἀπετόλμησαν εἰπεῖν, ὡς τὸ μὲν ἀγώνισμα τὸ κατὰ τὸν Ἰὼβ ἀληθὲς τυγχάνει, οὐκ ἔστι δὲ τῶν θεοπνεύστων βιβλίων ἡ συγγραφή, ἀλλά τις ἀνὴρ τῶν παρ' Ἑβραίοις λογίων τῆς θείας παιδεύσεως τὴν ἐπίδειξιν ποιούμενος ἀκοῇ τὰ κατὰ τὸν δίκαιον παρειληφὼς συνέγραψε τὸ βιβλίον, καὶ ὅσα τοῦ δικαίου φέρονται τραχύτερα δοκοῦντα ῥήματα, ἁμαρτήματα τοῦ συγγραφέως τυγχάνουσιν· οὐ γὰρ Ἰὼβ ἐφθέγξατο ταῦτα. φασὶ δὲ ὅτι καὶ τὴν τοῦ θεοῦ ῥῆσιν ὁ συγγραφεὺς ἀνέπλασεν ἑαυτῷ καὶ τὸ κῆτος, καὶ δι' ὅλων ἁπλῶς ἐκωμῴδησαν τὴν συγγραφὴν ὡς πεπλασμένην οὖσαν καὶ ἐξ ἀνθρωπίνης ἐπινοίας συντεθειμένην. ἕτεροι δὲ ταῦτα μὲν οὐκ εἶπον, τοὺς δὲ θαυμαστοὺς ἄνδρας τοὺς ἑβδομήκοντα διαβεβλήκασι τοὺς μεταβεβληκότας ἐκ τῆς Ἑβραίων φωνῆς εἰς τὴν Ἑλλάδα τὰ γεγραμμένα. οὐ γὰρ καλῶς, φασίν, νοήσαντες τὰ Ἑβραϊκά, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῶν λέξεων πεπλανημέ 2 νοι εἰς πολλοὺς τόπους ἕτερα ἀνθ' ἑτέρων ἐκδεδώκασιν. οἱ δὲ ταῦτα φήσαντες Ἑβραίῳ τινὶ πεισθέντες ὑπορύττειν ἐπιχειρήσαντι καὶ παραλύειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν ἕτερα ἀντὶ τῶν γεγραμμένων παρενέβαλον ῥήματα τῷ συγγράμματι. ἄλλοι δὲ τὴν μὲν συγγραφὴν ἀπεδέξαντο ὡς θεόπνευστον οὖσαν, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἰσχυρῶς διέσυραν ὡς βασκάνους αὐτοὺς φήσοντες καὶ ὑπὸ βασκανίας οὕτως ἐπιθέσθαι τῷ Ἰώβ. ἕτεροι δὲ τὰ ἱστορικῶς ἐγγεγραμμένα ἀφέντες σχεδὸν ἅπαντα τὰ ῥητὰ πρὸς ἀλληγορίας ἔτρεψαν. καὶ ταῦτα μὲν περὶ τῆς τοῦ βιβλίου συγγραφῆς. περὶ δὲ αὐτοῦ τοῦ ἀνδρὸς οὐδὲν ἧττον διεφώνησαν οἱ μὲν πρὸ τοῦ νόμου τοῦτον γεγονέναι λέγοντες, οἱ δὲ μετὰ νόμον, ἕτεροι δὲ καὶ ἐπὶ τῶν χρόνων αὐτῶν τῶν βασιλέων τοῦ τε Ἰουδὰ καὶ τοῦ Ἰσραὴλ γεγονέναι φασίν. ἐγὼ δὲ θεῷ πειθόμενος τῷ καὶ μετὰ δικαίων καὶ μετὰ προφητῶν τὸν ἄνδρα συντάξαντι καὶ διὰ τοῦ θεοφόρου στόματος Ἰεζεκιὴλ τοῦ προφήτου φήσαντι περὶ αὐτοῦ· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται πειθόμενος δὲ καὶ τῷ λέγοντι· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, τὸν μὲν ἄνδρα θαυμαστόν τινα καὶ ἀποστολικὸν εἶναι πείθομαι καὶ προφητικῆς ἀξιωθέντα χάριτος, εἴτε καὶ πρὸ τῶν παλαισμάτων εἴτε καὶ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν· καὶ γὰρ οὐδὲν αὐτῷ τῆς ἀκριβείας παραλέλειπται. τέλειος οὖν ἦν τὴν ἀρετὴν καὶ τῆς τοῦ θεοῦ μαρτυρίας ἄξιος. πάλιν τε τοῖς τε ἱεροῖς