Adnotationes in Deuteronomium
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟ ∆ΕΥΤΕΡΟΝΟΜΙΟΝ. 17.24 ΚΕΦ. Αʹ. Στίχ. λαʹ. Ὡσεὶ τροφοφορήσαι ἄνθρωπος. Ἀκύλας. Ὡσεὶ ἄραι τροφὸς τὸν υἱὸν ἐβάστασεν, ἡρμήνευσεν. Ὠριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί· «Συμπεριηνέχθη καὶ συγκατέβη ὑμῖν, τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος· ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑπο δυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα.» ΚΕΦ. Γʹ. Στίχ. ιηʹ. Καὶ ἐνετειλάμην ὑμῖν. Ταῦτα λέγει τῇ φυλῇ Ῥουβεὶμ, καὶ τῇ φυλῇ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. Στίχ. κζʹ, κηʹ. Πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύ την δίκην ἐπιθεὶς, καθ' ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βίου, καὶ δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου. Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγε λίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσε ται. Τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προ γνῶναι τὴν οἰκείαν τελευτήν. Τοῦ αὐτοῦ. Προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μο νῆς Μωϋσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωϋσέως μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντ' αὑτοῦ καταστῆσαι. Ὥσπερ καὶ Ἑλισσαῖος ἐν πνεύματι Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον· ἐν γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ. Λάβε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς, τὸν Ἰησοῦν υἱὸν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ' αὐτῷ. Οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν 17.25 ἔχοντες ἀπὸ τῆς ἐμφυσήσεως τοῦ Κυρίου, πνεῦμα κομίζονται τὸ ἀρχικὸν ἐξ οὐρανοῦ καταπεμπόμενον· οὐ πνεῦμα ἐν πνεύματι, ἕτερον ἐφ' ἑτέρου· ἀλλ' ἐνέρ γειαν ἐν τῷ αὐτῷ πνεύματι, καθάπερ ὁ Παῦλος διδάσκει. ΚΕΦ. ∆ʹ. Στίχ. ιβʹ. Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἄλλος φησί· ∆ῆλον γὰρ ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα. Φωνὴν ῥημάτων. Ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέ χεται τὴν φωνήν. Ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ γράμματος, μόνη ἡ ∆εκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε ΚΕΦ. Ι∆ʹ. Στίχ. ιθʹ. Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται. Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κα τωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶ ναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἀποφάσκει τοί νυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλίαιετον, καὶ μέντοι καὶ τὸν γύπα. ∆ιίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμ βρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκατα ψέγει δὲ τούτοις καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· δι' ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεο νεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυ τρόποις κακουργίαις ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ τοι